Ἁξὶα ἐπαίνου ἡ ἡμῶν φρεγὰς Ὕδρα ἐστὶν, ὦ φίλοι, ἥτις ἀποτροπὴν δύο τηλεχειριστέων ἱπταμένων μηχανημάτων(UAV) ἐποίησεν τῆς πρωΐας ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ. Τὰ τηλεχειριστέα ἀερόπτερα ἐτύγχανον ἤδη ὁρμητικῶς ἐφορμηθέντα ἐπὶ βλάβῃ πλοίου Ἑλληνικοῦ τινος, διαπλέοντος τὴν Ἐρυθρὰν θάλατταν, καὶ οὕτως ἡ Ὕδρα ὑπὲρ τοῦ πλοίου πράττουσα, βλήμασιν ἔβαλεν τὰ τηλεχειριστέα, ἀναγκάσασα αὐτὰ εἰς τὴν ἑαυτῶν βάσιν ἀπιέναι. Κάγὼ μάλα ὑπερήδομαι ἀκούων τοιαῦτα λαμπρὰ ἔργα πεποιημένα ὑπὸ τῶν τέκνων τῶν ἐνδόξων Ἑλλήνων. 

Ὡς ἴστε, ὦ φίλοι, λησταὶ τῆς θαλάττης οἱ Χούθι εἰσὶν, οἵτινες πειρατείας ποιοῦσιν ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ, μακρὰν ἁρπάζοντες βία τὰ διαπλέοντα πλοῑα καὶ εἶτα οὐ βούλοται ἀφιέναι αὐτὰ ἄνευ μεγάλων λύτρων. Οὕτως ἐχόντων τῶν πραγμάτων ἔδοξε τοῖς Εὐρωπαίοις, ἐν οἷς καὶ τοῖς ἐφ’ ἡμῶν ἄρχουσιν, κοινῷ στόλῳ πέμπψαι εἰς τὴν Ἐρυθρὰν ὡς τοῦ ἐμπορίου προστάτη. 
Ἡ φρεγὰς Ὕδρα ἱκανοτάτη ἐστὶν ἀμύνειν τοὺς ἡμῶν πολεμίους, μία τῶν τῶν τεσσάρων ΜΕΚΟ οὖσα, ἅς παρὰ τῶν Γερμανῶν ἐν τῷ προτέρῳ ἐπριάμεθα. Ἔξεστι δὲ τοῖς βουλομένοις ὑμῶν ἐν διαδικτύῳ ἰδεῖν ἀκριβῶς τὰς περὶ τῆς φρεγάδος τῆσδε ἱκανότητας. 
Τὴν παρ’ ἡμῶν ἀγάπην ἀλλὰ καὶ τῶν ἡμῶν εὐχῶν τὰς ἀρίστας πέμπομεν τοῖς ἀνδρείοις Ἕλλησιν, οἵτινες ὑπέρ τῆς ἡμῶν πατρίδος τοὺς πολεμίους ἀμυνοῦσιν. Μύρια εὖγε.. 
Next
This is the most recent post.
Previous
Παλαιότερη Ανάρτηση

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top