Λόγου ἀξία ἐν τῇ νῦν τῶν Ἀθηνῶν πόλει, ἡ ὁδὸς Τριπόδων ἐστὶν, ὦ φίλοι, ἥτις ἐπὶ τῆς ἀκμῆς τῶν Ἀθηνῶν ἐποιήθη, καὶ ἔτι καὶ νῦν τὸ αὐτὸ ὄνομα ἀπὸ τοῦ παλαιοῦ φέρει, ὁδὸς Τριπόδων. Ἐν μέσῳ δὲ τῆς ἀρχαίας ἀγορᾶς ἤρχετο ἡ ὁδὸς καὶ ἐξιοῦσα τῆς ἀγορᾶς περὶ τὴν ἀκρόπολιν τὴν πορείαν ἐποὶει καὶ ἦγε πρὸ τῶν πυλῶν τοῦ θεάτρου Διονύσου, οὖσα ἕξ μέτρα τὸ εὗρος. Τοῖς πορευομένοις ἐπὶ τῆς ὁδοῦ τὸ παλαιὸν, ἦν ἐν δεξιᾷ τε καὶ ἀριστερᾷ αὐτῆς ἰδεῖν θέας ἄξια ἀγάλματα θεῶν, κρήνας ἀλλὰ καὶ τάφους ἐνδόξων ἀνδρῶν. Μάλιστα δέ πάντων ἄξιον θέας καὶ τὸ μνημεῖον τοῦ Λυσικράτους ἐστὶν περὶ οὗ οὐκ ἄν φθάνοι ὁ ἐπίλοιπος χρόνος γράφων. Ἴσως ἐν τῷ μέλλοντι..

Ἡ ὁδὸς αὕτη τὸ ὄνομα ἐκ τοῦ θεάτρου ἔλαβεν, ἐν ᾧ τὸ πρῶτον ἆθλον τοῖς διαγωνιζομένοις εἷς τρίπους χαλκοῦ ἦν, ὅν τρίποδα Ἀπόλλωνι οἱ νικηταὶ ἀπεδίδοσαν.  Μάλιστα δὲ τοῖς εὖ είδόσι εἴρηται ὡς ἡ ἐν Εὐρώπῃ παλαιοτέρα ὁδὸς ἐστιν, ἡ ἐν Ἀθήναις ὁδὸς Τριπόδων. Καὶ ὁ Παυσανίας μνείαν αὐτῆς ποιεῖ, ἀλλὰ καὶ ὁ Λόρδος Βύρων ἐν μιᾷ ἐπστολῇ, ἥν πρὸς τὴ ἑαυτοῦ μητέρα ἐξ Ἀθηνῶν ἀπέστειλεν, γράφων τοιαῦτα: "Ἐπὶ τῆς ὁδοῦ Τριπόδων ἵσταμαι ἔχων ὄπισθεν ἐμοῦ τὴν Ἀκρόπολιν, ἔμπροσθεν τὸ στάδιον, ἐν ἀριστερᾷ τὴν Ἀθηνῶν πόλιν καὶ ἐν δεξιᾷ τὸν Ὀλυμπίου Διὸς νεὼν. Θέαμα κάλλιστον ἁπάντων, ὅ ἴσθι ὅτι οὐκ ἔξεστιν ἐν Λονδίνῳ ἰδεῖν.."
Ἀξία οὖν θἐας ἡ ὁδὸς Τριπόδων ἐστὶν. Ἴδετε καὶ τὰς εἰκόνας πῶς τὰ νῦν φαίνεται τοῖς πορευομένοις ἐπὶ τῆς ὁδοῦ. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top