Λέληθεν ἡμᾶς, ὦ φίλοι, ὁ τοῦ Σωκράτος λόγος καθ’ ὅν οὐδὲν ἄλλο εἰ μὴ μόνον ἡ νομικὴ ἰσὸτης ἐν ἀνθρώποις, καὶ δὴ ἐν γυναιξὶ τε καὶ ἀνδράσι, μέγα δύναται. Δυστυχῶς κατὰ τὸν Γκουτέρες ἡ ἰσότης αὕτη τριακόσια ἔτη μακρὰν μετὰ τοὺς νῦν χρόνους ἐστὶν. Μέμνημαι τὶ Σωκρὰτει ἐν Πολιτείᾳ εἴρηται περὶ τοὺτου καὶ βούλομαι κοινὸν τοῦτο δεῦρο ποιῆσαι. Ἀκούσατε:

Σωκράτης: Οὐδὲν ἄρα ἐστίν, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδ ̓ ἀνδρὸς διότι ἀνήρ, ἀλλ ̓ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνήρ….
Ὡς ὁρᾶτε, ὦ φίλοι, οὐκ ἔστιν οὐδεὶς ἄλλος τῶν ἀρχαίων πλὴν Σωκράτους ὅς ὑπέρ τῆς ἐν ἀνθρώποις ἰσότητος καὶ δὴ τῶν γυναικῶν εἰς λόγους ἀφίκετο. Ἐκ τοῦ τότε παρελυλήθασι χιλιάδες χρόνοι καὶ οὐδὲν περὶ τούτου γέγονεν. Μάλιστα δ’ εἰσι νῦν καὶ πολλαὶ χῶραι ἐν αἷς ἐπὶ τὰ χείρω τὰ περὶ τῶν γυναικῶν πράγματα βαίνει. Ἐπὶ παραδείγματι, ὁρᾶτε τὸ Ἰρὰν, Σαουδικὴ Ἀραβία, Ἀφγανστὰν, ἔνθα αἱ γυναῖκες αἱ τῶν ἀνδρῶν δοῦλαι εἰσὶν. Μάλιστα δὲ καὶ καλύπρας τῆς κεφαλῆς αὐτῶν φέρουσιν, οὐκ ἔξεστιν αὐταῖς ἐπὶ ποινὴ μαστιγώσεως εἰς τὸ κοινὸν, ἁμάξας ἐλαύνειν, οὐδὲ εἰς τὰ διδασκαλεῖα γενέσθαι ἐπὶ μαθήσει καὶ ἄλλα πολλὰ ὅμοια τούτοις..
Οὐκ οἶδα τὶ δεῖ γενέσθαι, ὦ φίλοι, ἀλλὰ δεῖ τάχα τὶ γενέσθαι ἵνα ἰσότης ἐν τοῖς ἀνθρώποις γένηται.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top