Ἑκκαίδεκα οἱ τετρωμένοι, ἐν οἷς καὶ τρεῖς νομοφύλακες, ἐν συγκρούσει τῆς νομοφυλακῆς πρὸς ἀριστεροὺς διαδηλωτὰς ἐν μέσῃ τῇ Ἀθηνῶν πόλει τῆς νυκτὸς, ἐπὶ τῷ ψηφίσματι τῆς Βουλῆς περὶ τῶν μὴ κρατικῶν διδασκαλεὶων. Ἀκόλουθοι τοῦ ΚΚΕ ἐπὶ τῶν ὁδῶν εἰς διαμαρτυρίαν πορευόμενοι καὶ ὀξὺ βοῶντες, ἐξαίφνης καὶ ἄνευ αἰτίου οὐδενὸς, ἐπίθεσιν ἔδοξε αὐτοῖς ποιήσασθαι τοῖς νομοφύλαξι, ῥίπτοντες μολότοφ, πυρὶ κάδους ἀποσαρωμάτων καί σταθμευμένα ὀχήματα κατακαίοντες.
Ἐπλήθυναν τὴν ἡμῶν χώρα τὰ ἀριστερὰ ἀποσαρώματα, ὦ φίλοι, καὶ καθ’ ἑκάστην προφάσεις εὑρίσκοντα, εἰς πορείας ἐπὶ τῶν ὁδῶν κατέρχονται καὶ δὴ ἐν Ἀθήναις, ποιοῦντες οὕτω τὸ βίον τῶν Ἀθηναίων χαλεπὸν. Οὐκ ἔξεστι διὰ μέσης τῆς πόλεως διαβαίνειν, οὐδὲ ἐπὶ ὤνια γενέσθαι ἤ ἐπὶ ἄλλο τι, ὅτι οὐ μόνον αἱ ὁδοὶ κλεισταὶ ὑπὸ τῶν διαδηλωτῶν εἰσὶν, ἀλλὰ καὶ κίνδυνος μέγας ὑφ’ αὐτῶν τυπτηθῆναι, εἰ αὐτοῖς οὕτω δόξει.
Ἐλπὶς δὲ νῦν μοι ἐστιν ὅτι ἐπὶ τὰ βελτίω πορευσόμεθα δι’ οὐδὲν ἄλλο ἤ ὅτι κατὰ τὸν καινὸν νόμον καὶ μὴ κρατικὰ διδασκαλεῖα ἐν Ἑλλάδι ἔσται. Δεῖ τέλος τοιούτων αἰσχῶν ἔργων ἐν Ἑλλάδι γενέσθαι. Οὐ γὰρ ἀξία ἡ Ἑλλὰς τοιοῦτων ἔργων ἐστὶν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου