Εὖ ἴστε, φίλτατοι, ὅτι ἦν ποτέ χρόνος ἐν ᾧ ἡ πᾶσα οἰκουμένη ἀνεδίδου βαρβάρους ἀνθρώπους, ἡ ἡμετέρα Ἐλληνική φυλή ἐγέννησεν πρῶτον φιλοσοφίαν δι' ἥν μήτηρ πασῶν τῶν νῦν ἐπιστημῶν γέγονεν. Εὐεργέτηται δέ ἔτι ἐξ ἄπαντος ἅπας, οὑ μόνον ὁ τότε ἀλλά καί νῦν κόσμος ὑπό τῶν Ἐλληνικῶν ἐπιστημῶν τε καί φιλοσοφίας.   
Ἐν ἐκείνῳ τῷ χρόνῳ Περικλής παραλαβών τάς Ἀθήνας οὐ γάρ μόνον αὐτάς, τάς Ἀθήνας, ἀλλά καί αὐτήν, τήν Ἀκρόπολιν ἔτι λαμπρῶς ἐκόσμησεν ἀνδριᾶσι τε καί μετωπιαίοις γλυπτοῖς εἰς ὁμοιώματα ἀνδρῶν τε καί θεῶν, καταστήσας οὕτως τάς Ἀθήνας τήν καλλίστην τῶν πόλεων. 
Πολλοῖς ἔτεσιν ὕστερον ἀπό Περικλέους, περί αἰῶνα τόν ὄγδοον και δέκατον, τῶν Ἐλλήνων δεδουλομένων ὄντων ὑπό Τούρκων, Ἔλγιν, Βρετανός τό γένος, προεξάρχων φωρῶν τε καί ἀρπάγων Βρετανῶν εἰς Ἀθήνας ἀφίκετο ὡς διαρπάσων τά Παρθενῶνος γλυπτά. Οὑδενός κωλύοντος, ὁ φαυλότερος τῶν ἀνθρώπων Ἔλγιν διά τάχους ἥρπασε τά Παρθενῶνος γλυπτά καί ἀνά ναυσί πρός Βρετάνην διέπεμψεν αὐτά και οὐπώποτε εἰς αὖθις πάλιν ἀνέπεμψεν. 
Εἰ καί οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀπό τήν καταράτου Ἔλγιν λεηλασίαν, φίλτατοι, ἡ Ἐλλάς  ἀπό τῶν Τούρκων ἠλευθερώθη, παρημέλησε καί οὐπώποτε μετέπεμψε γλυπτῶν ἀπαίτησιν παρά τῶν Βρετανῶν καί τούτου ἔνεκεν, ἀπό τοῦ Ἔλγιν ἔτι καί νῦν ἀεί τά γλυπτά κατάκεινται ἐν χρόνῳ μακρῷ ἐν τῷ Λονδίνου μουσείῳ. 
Τό δε χείριστον ὅλων φίλτατοι  ἐστίν τόδε. Τῶν Ἐλλήνων ὑπουργῶν τις, Ξυδάκης καλούμενος, φανερόν ἐποίησεν δημοσίᾳ τῇ προτεραῖᾳ ὅτι οὐκ ἄν αἰτοίμεθα  παρά τῶν Βρετανῶν δοῦναι ἡμῖν τά Παρθενῶνος γλυπτά  τό λοιπόν, πολλούς τῶν μέν Ἐλλήνων ἀλγύνων  τῶν δέ Βρετανῶν ἁνδάνων. 
Οὐκ ἔχω εἰπεῖν, φίλτατοι, τί χρή ἡμᾶς ποεῖν περί τούτου. Ἕοικεν ὅτι ¨οὐδέν ἔστιν ἄθλου τέρμα τοῖς Ἔλλησι προκείμενον ¨ ὡς τις ἔφην. Ἐγώ δε φοβοῦμαι τοῦτο, μή τά ἔσχατα πάθῃ ἡ Ἐλλάς διά τήν ἄγνοιαν τῶν Ἐλλήνων περί τῶν λοχιζόντων κινδύνων. 
Διατελῶ, φίλτατοι, εὐδαιμονίζων πάντας ὑμᾶς τε καί πατρίδαν.

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top