Λέγεται, φίλτατοι, ὅτι τῶν ἀνθρώπων τινές πολυγήρως ἀκμάζουσιν, καί τῷ νῷ δίς παῖδες οὖτοι γίγνονται. Ἐμνήσθην τοῦ ἔμποσθεν λόγου, ρηθέντος ὑπό Σωκράτους, ἀναγνούς ἐν τῷ internet τόδε: Ὁ Νυμφίος Τζωρτζ Κίρμπι γέρων ὤν, γεγονώς ἔτη ὑπέρ τά ἑκατό, καί ἡ νυμφία Ντορίν Λάκι γραία οὖσα, γεγονυῖα  πλειόνων ἐτῶν ἤ ἐνενήκοντα, νεωστί ἐν τῷ γήρᾳ εἰς γάμον ἧλθον ἔν Ίστμπουρν τῆς Ἀγγλίας. Τίνες ἦσαν οἰ κεκλημένοι εἰς τούς γάμους; Οἰ ἔκγονοι τούτων καί οἱ δίς τε καί τρίς ἔκγονοι τῶν ἐκγόνων. Ὁ γάμος εἱστιάθη ἐν ξενοδοκεῖο, Langham καλούμενον, τοῦ Ίστμπουρν.
Ἡ μέν Ντορίν..καλή καί εὐηδεῖς οὖσα, ἴστατο παρά τοῦ Τζώρτζ λευκά ἱμάτια ἔχουσα, φέροντα πολλά ἄνθη καί ἔτι διάδημα φέρουσα, ὁ δε Τζώρτζ μέλανα ἱμάτια ἔχων, καλούμενο νῦν κοστούμι, ὅς τυγχάνει ἀναπηρούμενος ἀπό ἐτῶν τε καί ἐκ τότε καθημέριος διαβιών ἐν ἀναπηρικῷ ἀμαξιδίῳ.

Νῦν δέ, φίλτατοι, εὔχομαι τοῦτο τοῖς νεογάμοις, ἀεί ζῆν ἐν εἰρήνη μετά ὑγείας.  Γένοιτο.

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top