Μάλα ἀτάρακτος τε καί ἀταρβής τοῦ θανάτου, ὡς ἔοικε, Σωκράτης ἦν τῆς ἐσπέρας ἐκείνης, ἧς τό φάρμακον ἐξέπιεν. Εἰ καί μέγα δέος τῷ δεσμωτηρίῳ ἐγένετο τοῖς παρισταμένοις τῆς θέας τοῦ φαρμάκου, τύχη ἀγαθή, ὦ θαυμάσιοι, Σωκράτης προθύμως ἐλεξε πρός αὐτούς!!! Ἀπορῶ δέ καί θαυμάζω φίλτατοι, τίνα τρόπον χρή μέ διηγήσασθαι πρός ὑμᾶς περί τῆς ἀταραξίας τοῦ ἀνδρός. Δοκεί δε μοί ὅτι βέλτιον ὅλων ἐστίν ἡμῖν ἐπιλέξασθαι τά γεγραμένα περί τούτου ὑπό τοῦ Πλάτωνος ἐν Φαίδωνι, ἵνα ἴδωμεν ἰδίοις ὅμμασιν τήν θείαν ἀταραξίαν τοῦ ἀνδρός!!! Ἔτι δε ἄξιον ὑμῖν σκοπεῖν καί τόδε, ἑάν δοκῶ ὑμῖν εὖ λέγειν περί τῆς ἀταραξίας αὐτοῦ ἤ οὐ δοκῶ.
Λέγει οὖν Πλάτων:
“Σωκράτης λαβὼν τό φάρμακον καὶ μάλα ἵλεως, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαφθείρας οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἐπισχόμενος τήν κύλικα, μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιεν." !!!!!! 
Πῶς ἆρα γένοιτο ἄν μη τινί θαυμάζειν μάλα Σωκράτην τῆς θεϊκῆς αὐτῆς ἀταραξίας; Τίς τῶν νῦν ἀνθρώπων οἶος τε ἐστίν ἐοικέναι Σωκράτει; Τοῦ Χριστοδούλου μέμνημαι, φίλοι, ὅτε ἀρχιεπίσκοπος ἐτύγχανεν ὤν, οἴου τρόπου ὠρρώδει ὰμφί θανάτου!!!  Οὖτος, φίλτατοι, ὁ Χριστόδουλος, τά περί πλείστου ἄξια, ὥσπερ ἐπιμέλεια ψυχῆς τε καί θάνατος, περί ἐλαχίστου ἐποίει, τά δε φαυλότερα, ὥσπερ χρήματα τε και δόξαν, περί πλείονος!!!! 
Ὠς ἔοικεν, μάλα χαλεπόν ἐστί τινί, φίλτατοι, εὐρεῖν ἄλλον τινά τῶν ἀνθρώπων κατά παντός τοῦ προτέρου χρόνου, ὅστις οὔτως ἀταράκτως τε καί ἵλεως ὥσπερ Σωκράτης ἐτύγχανε εἶναι πρό τοῦ θανάτου!!! Ἐν τῇ ἀπολογίᾳ αὐτοῦ Σωκράτης πολλάκις εἴρηκεν ὅτι ὑπό τοῦ θεοῦ Ἀπόλλωνος ἐδέδοτο τοῖς ἀνθρώποις καί, ὡς ἔοικεν, ᾤετο ὅτι ἄγγελος τοῦ Ἀπόλλωνος εἴη ἐπί τῆς χθονός. Σωκράτης, φίλτατοι, τῇ ἀληθείᾳ μετέσχε θείας τινός μοίρας κατά τόν βίον αὐτοῦ, προσιών ἑκάστῳ ἀνθρώπῳ πείθων ἐπιμελεῖσθαι τῆς ἀρετῆς, ἡθικόν διάγοντι βίον. Ἵσως πού τοῦτο τό αἴτιον τῆς θεϊκῆς ἀταραξίας τοῦ Σωκράτους, τό ὅτι ᾤετο ἄγγελος Ἀπόλλωνος εἷναι μᾶλλον ἤ ἔτερον τί διάφορον. Οὔτως Σωκράτης σφόδρα θαυμαστός ἐγένετο τοῖς πᾶσιν, τῆς ἀταραξίας αὐτοῦ ἀμφί θανάτου. 
Τοιουτοτρόπος, φίλοι, ἐγένετο ἡ τελευτή τοῦ ἀγαθοῦ Σωκράτους καί τοιοῦτον τι ἐστί, φίλτατοι, τόν ἀγαθόν ἄνδρα εἶναι, ὥσπερ Σωκράτην ἀποθνήσκειν. 

Χαίρετε. 


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top