Πρός τί, ὦ Γιούγκερ, προσβλέπων ἄφωνος ἐγένου καί ἐξεπλάγης; Μή που ἐμνήσθης τῶν γεγενημένων συμφορῶν ἐν Ἐλλάδι; Ἔχρην σέ, ὦ Ἐλληνολέτα, ἐπιμεληθῆναι τῆς Ἐλλάδος τό πρότερον ὅπως μή δεδηωμένη εἴη, ὑπό τῶν σῶν φιλτάτων Εὐρωπαίων. Νῦν δεδηωμένης οὔσης χρήμασι, ἐν δεινοῖς οἱ πλείστοι ἐν Ἐλλάδι ἐσμέν καί οὐκ ἔχομεν πού τήν κεφαλήν κλῖναι. Μή οὖν χαλεπός ἡμῖν ἴσθι ἀλλά ράδιος. Ἀνάγκη γάρ νῦν ἡμᾶς ἐλεεῖσθαι ὑπό ὑμῶν τῶν ἐχόντων τε καί κατεχόντων μᾶλλον ἤ χαλαιπένεσθαι. Ἔοικεν γάρ ὅτι εἰ ἔτι πλείω χαλαιπενόμεθα ὑπό ὑμῶν, ὡς ἀπιόντες εἰς τό ἀεί ἀπό τοῦ Eurogroup παρασκευασαίμεθα ἄν. 

Ἔτι δε, ὦ Γιούγκερ, βουλοίμην ἄν ὑπομνῆσαι σέ τάδε:

Πρῶτον: Τό παλαῖον ὅτε ἡ ὑμετέρα γῆ ἐφύου παντοδαπά θηρία, πρῶτον ἡ ἡμετέρα γῆ, ἄγονος οὖσα θηρίων, ἐγέννησεν Ἄνθρωπον, ὡς Σωκράτης φησίν ἐν Μενεξένῳ.

Δεύτερον: Οἰ ἡμῶν πρόγονοι τάς φύσεις τῶν γυναικῶν παραπλησίας τοῖς ἀνδράσι ἐσυνάρμοσαν καί πάντα τα ἐπιτηδεύματα κοινά ἔδοσαν ταῖς πάσαις, ὡς λέγεται ἐν Τιμαίῳ.

Τρίτον: Οἰ μέν ἡμῶν πρόγονοι πρώτοι ἐποίησαν ἀλφάβητον, ἐπιστήμας, τέχνας, ἀγῶνας, δημοκρατίαν,  οἱ δέ πρόγονοι ὑμῶν, οὐδέν πράξαντες,  ἔλαβον πάντα ταῦτα βίᾳ κλέπτοντες  ἐκ τῆς Ἐλλάδος.

Ἀεί μνήσθητι, φίλτατε Γιούγκερ, τούς ἔμπροσθεν λόγους καί μή ἐπιλανθάνεσαι λέγειν ὅτι Εὐρωπαῖοι ἔτυχον παρά τῶν Ἐλλήνων δώρων ἐπιστήμης καί πολιτισμοῦ. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top