Εὖ ἴστε, ὦ Ἔλληνες, ὅτι σύμπας Κεφαλλήνων λαός ὀξύνοοι τε καί ἀγαθοί ἀεί ὄντες, τά μάλα ἐλυσιτέλησαν τῇ Ἐλλάδι ὅταν ἐξανάστασις ἐγένετο ὑπό τῶν Ἔλλήνων τοῖς Τούρκοις κατά το 1821. Ἔτι δέ καί ὑπό Ἴλιον ἦλθον ὡς βοηθήσοντες τοῖς Ἔλλησιν, ὡς Ὄμηρος φησίν.
Τῇ Κεφαλληνίᾳ τοίνυν ἀνάγκη ἐκ νέου ἐπικουρίας ἐστί, ὦ φίλτατοι, τῶν γεγενημένων συμφορῶν ὑπό μεγάλου ἀνέμου κατιόντος τε καί ὄμβρου γενομένου πολλοῦ. 
Καί δη λέγω "ἐκ νέου" ὅτι πάντες τῶν Ἔλλήνων μέμνηνται τῆς Κεφαλληνίας κατασεισθείσης ὑπό δεινοῦ σεισμοῦ, ὁλίγον πρό τούτης τῆς νῦν συμφοράς. 
Νῦν, ὦ φίλτατοι, τῷ ὄντι δένδρεα τε καταστεγάσματα καί αὐτοκίνητα ὀχήματα, ἀρπαχθέντα τε καί ἀνατραπέντα ὑπό δεινῶν ἀνέμων τέ καί ὀμβρίου ὕδατος, κεῖνται ἀτάκτως ἀπανταχοῦ τῆς Ἀργοστολίου πόλεως.
Ὡς δυνατόν τάχιστα, ὦ φίλτατοι, δίκαιον τε καί ἀναγκαῖον εἶναι οἶμαι βοηθεῖν τήν ἀρχήν τοῖς πεπληγμένοις ὑπό τῆσδε τῆς συμφοράς. 
Ἔτι καί νῦν σφόδρα ὀμβρεῖ κατά πᾶσαν τήν Κεφαλληνίαν, ὥσπερ καί δεῦρο, καί χρή ἡμᾶς τάχιστα λυσιτελεῖν τοῖς πεπληγμένοις τῶν ἐκεῖσεν οἰκούντων. 
Εἴθε αὐτοῖς οἱ θεοὶ δοῖεν ὑγιαίνειν.

Εὐχαριστῶ ὑμῖν.


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top