Φοβερώτατον, ὦ ἄνθρωποι, τοῖς πᾶσιν ἦν ὁρᾶν. Ἄνευ οἴκτου, ἀνηλεῶς σφάττειν τούς Γάλλους  ἐκέλευσαν Τζιχαντιστάς οἱ τοῦ Ἰσλαμικοῦ κράτους!!!!  Καί τούτου ἔνεκεν, ὥσπερ λύκος ἐπὶ ποίμνην ἐπιτιθεμένους , ὡς διακόσιοι τῶν Γάλλων κατεσφάγησαν, συναλιζόμενοι ὄντες ἐν θεάτρῳ πρός τέρψιν τῇ προτεραῖᾳ νυκτί!!!
Τζιχαντισταί ἤ ἔσφαττον ὧν κρατεῖν δύναιντο ἀποτεμόντες τὰς κεφαλὰς ἤ ἔβαλλον κατά πάντων πυροβόλοις ὄπλοις  ἀποκτείνοντες  ὡς πλείστους ὡς μάλιστα. 
Πλείστοι τῶν Εὐρωπαίων ὀργιζόμενοι  διά τόν δεύτερον τοῦτον ὄλεθρον τῶν Γάλλων αἰτοῦσι τῶν ἀρχῶν ὅπως μή ἔτι ἔξεστι πρόσφυγας εἰσιέναι Εὐρώπην, βέβαιοι ὄντες ὅτι καί Τζιχαντισταί εἰσβαίνουσιν ὁμοῦ πρόσφυξι. 
Πρόεδρος Ὀλάντ φοβούμενος τά ἔσχατα, ἐκέλευσε Γάλλους φυλάττεσθαι μή αὐτοῖς ἐπιθῶνται αὖ τῶν ἐπομένων νυκτῶν Τζιχαντισταί καί πρός ἀποφυγήν φυλακάς πλείονας ἐποίησεν κατά πᾶσαν τήν Γαλλίαν. 
Καταφανές νῦν ἐστί, ὦ φίλτατοι, ὅτι Τζιχαντισταί χαλεπώτατοι μαχηταί τε καί πάντων ἡμῖν τοῖς Εὐρωπαίοις πολέμιοι εἰσίν, δεῖ ἡμᾶς μάλα φυλάττεσθαι μή ὑπό τούτων ἔτι μείζονα πάθωμεν. 
Γένοιτο. . 



3 σχόλια Blogger 3

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top