Πολλάκις, ὦ φίλτατοι, καί οὔκ ἄπαξ δεδήλωται ὅτι πλείστοι τῶν Ἀμερικανῶν, ἀθώοι τε καί δίκαιοι ὄντες, εἰς τραύματα ἢ εἰς θάνατον ἰόντες ἢ εἴς τινα ἄλλην μεγίστην συμφορὰν πεπτωκότες εἴησαν τῆς ἀστυνομικῆς βίας ἔνεκεν. Εὖ γὰρ χρὴ ἡμᾶς εἰδέναι ὅτι ἐν τῷ νῦν Ἀμερικανοί διατελοῦσιν, οἴ δεῖ ἐλευθέρους εἶναι, ἀστυνομίαν κακοποιῶν μᾶλλον πεφοβημένοι. Ὁ μή δη πειθόμενος τοῖς ἀστυνομικοῖς αὐτίκα θανάτῳ κολάζηται. 
Τῇ προτεραῖᾳ πατήρ τις ἐν Λουιζιάνα, Κρίς Φιού καλούμενος, οἴκοθεν ἐξελθών μετά τοῦ  ἐξαετοῦς υἱοῦ του, Μάρντις καλουμένου, ἤλαυνε τό αὐτοκίνητον ὄχημα ἐπί τήν ἀγοράν.  
Πρός τήν ἀμαξιτόν ὀδοιπορῶν, ἔλαθεν ἐαυτόν, καί οὔκ εἶδε ἀστυνομικόν, ἐστηκότα παρά τήν ὀδόν, τοῖς χερσίν σημαίνοντα τῷ Κρις τό αὐτοκίνητον ὄχημα μή ἔτι ἐλαύνειν ἀλλά παραμένειν τήν ἀμαξιτόν ὡς ἐλεγχθησόμενον. 
Ἀπελαύνων οὖν τό ὄχημα σφοδράς ριπάς πυροβόλου ὄπλου πολλάκις ἐδέχθη παρά  ἀστυνομικῶν, ἀποκτεινούσας αὐτίκα τόν Μάρντις. 
Τῶν Ἀμερικανῶν, ὦ φίλτατοι, ἔργον ἐστίν, ὡς ἔοικεν, ἐκλέξασθαι τίνες τε καί ποῖαι φύσεις ἀνθρώπων ἐπιτήδειαι εἰς Ἀμερικῆς φυλακήν.


0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top