Φαίνεται ἐμοίγε, φίλτατοι, ὅταν ἡ ἐκάστοτε  ἀρχή ἐν Ἐλλάδι δέηται ἀποτίνειν τι πρός τινά τῶν δανειστῶν ἀεί πρῶτον ἔρχεται ἐπ´ αὐτούς, τούς μισθωτούς τε καί συνταξιούχους, οἰομένη ράδιον ἐστί λαμβάνειν χρήματα παρ´ αὐτῶν μᾶλλον ἤ παρ´ ἄλλου τινός. Ἔτι δε ἀδυνατοῦσα καί τούς νέους ἀμείνους ποιῆσαι, πλεῖστοι τῶν νέων οἲ ἐπιθυμοῦσιν ἀμείνους γίγνεσθαι, ἐργασίας τε καί χρημάτων ἐνδείᾳ φεύγουσιν τὴν Ἐλλάδαν. Καί οὔτως πλεῖστοι τῶν ἐν Ἐλλάδι ἐνδεεῖς ὄντες διάγουσιν τόν βίον. 
Τῶν πολιτικῶν δ᾽ ἑκάτερος, τά ἴδια φροντίζων μᾶλλον ἤ τά κοινά, πλέον ἀργύριον ἀπὸ πολιτικῆς εἴργασται ἢ ἄλλος δημιουργὸς ἀφ᾽ ἧστινος τέχνης. Καὶ πρότεροι τούτων πρωθυπουργοί τε καί ὑπουργοί. Καλόν γε, ὦ φίλτατοι, καὶ μέγα τεκμήριον τούτου, τό ὅσον διαφέρουσι οἱ νῦν Ἔλληνες πρὸς τοὺς νῦν πολιτικούς, ἐστί τόδε: Τσοχατζόπουλος  γάρ οὔτος καί τινές ἄλλοι τῶν πολιτικῶν, πλείω χρήματα εἰργασμένοι εἰσίν μᾶλλον ἤ ἄλλους σύντρεις οὔστινας βούλεσθε ἀπάντων τῶν τεχνῶν. 
Εἰ καί πολλοῖς μεν συνδοκεῖ τήν ἐκαστοτε ἀρχήν ἀνόητα λογίζεσθαι περί τῆς οἰκονομίας, εἰώθαμεν τούς πολιτικούς ἐγκωμιάζειν μᾶλλον ἤ καταφρονεῖν!!!!
Εἰ νῦν ἡμῖν οἱ παλαῖοι Ἔλληνες ἀναβιοῖεν, πολύ λύπην ἄν ὄφλοιμεν πρός αὐτούς ὁρώντας τά νῦν πράγματα.!!!

Εὔχομαι, φίλτατοι, πάνθ´ ὅσων ποτέ ἄν ἐπιθυμοῖτε τοσαῦτα κατέχοιτε. 

Ὑγιαίνοιτε.







0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top