Ἔν πυρί ἐγένετο νοσηλευτήριον τήν σήμερον ἡμέραν ἔν τῷ Σαουδικῆς Ἀραβίας Τζαζάν καλουμένῳ. Ὡς ἠγγέλθη ὑπό Πολιτικῆς Προστασίας, νοσηλευτήριον ἐτύγχανε ὤν μεστόν καμνόντων καί δῆλον ἐστίν ἐξ οὔ ἔνεκα πλέον τῶν  πέντε καί εἴκοσι(25) ἀπηνθρακώθησαν τε καί πλέον τῶν δέκα καί ἑκατό (110) ἐτρώθησαν βαρέως ὑπό φλογῶν, κραυγήν πολλήν ποιοῦντες ὑπό τρόμου τε καί πόνου. 
Πύρ τό πρῶτον ἐγένετο ἐν τῇ καλουμένῃ "Εντατική Μονάδα" καί ταχέως διεγένετο ἀπανταχοῦ τοῦ νοσηλευτηρίου κατακαίων ἀνθρώπους τε και ὕλας!!!!
Λυπητέον φίλτατοι διπλῇ λύπη περί τῶν νεκύων, τῶν ἐν τῷ νοσηλευτηρίῳ ὅτι αὐτοί κάμνοντες ἐτύγχανον ὄντες ἐξ οὖ καί οὔκ οἶοι τε ἦσαν ἀπερχόμενοι σωθῆναι.
Χρή τούς κάμνοντας ἀσφαλιστοί διατελεῖν ἔν τοῖς νοσηλευτηρίοις ὡς δυνατόν μάλιστα. 
Τό καιόμενον ὑπό τῶν σβεστῶν κατεσβέσθη καί ἔρευναι ποιοῦνται ὑπό τῶν ἀρχῶν περί τοῦ αἴτίου. Ἴδωμεν...





0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top