Τεῦθος πελώριος ἀμφί τά τρία καί δέκα μέτρα ἔν μήκει, οἷον οἱ νῦν καλαμάρι καλοῦσιν, παράλιος νέων ἐθεάθη ἐγγύς Ἱαπωνίας κατά τά Χριστούγεννα. 
Ὁ βίος τοῦ τεύθου-γίγαντος μεῖον τῶν δέκα ἐτῶν ἐστί καί ἔν μεγάλοις βάθεσιν θαλασσίου ὕδατος ἀεί διαβιοῖ τε καί σπανιαίτατα ἐαυτόν παρέχει τοῖς ἀνθρώποις ἰδέσθαι.
Ἐξ οὖ καί ἐκπεπληγμένοι τῶν ἀνθρώπων τινές ἑώρων αὐτόν, νέωντα ἐγγύς τοῦ λιμένος τῆς Τοϊγιάμα. 
Οὐ πώποτε, τῶν ἀλιέων τις  ἐρωτηθείς ἔφη, ἑώρακα τευθόν τοσοῦτου μῆκους κατά τόν ἐμόν βίον. 
Εἰ καί δεινόν τοῖς ἀνθρώποις ἱδεῖν τόν τεύθον ἐστί, μέγα δέος τε καί φόβον ἐπιπέμπωντα τοῦ μεγέθους ἔνεκεν, καλόν τε καί ἀγαθόν τῇ ἀληθείᾳ ἐστί τήν φύσην καί μηδέν οὐ πώποτε πεποίηκεν κακόν τούς ἀνθρώπους.
Παλαιόθεν δε καί ἔτι νῦν Ἐλληνικαί θάλασσαι ἐμπεπλησμέναι εἰσίν τευθίδων αἵ ἀλιευόμεναι ἔδεσμα τῶν ἀρίστων ἐστίν τοῖς ἀνθρώποις.
Ὅτι δε τιμῶνται ἀντί πέντε Εὐρώ κατά κιλόν ραδίως ὥνιαι εἰσιν καί πολλάκις ἤ ὀπτώμεναι ἤ τηγανισταί οἴκοι τε καί ἐν ἑστιατορίοις ἐσθίονται ὑπό τῶν Ἐλλήνων. 

Εὐχαριστῶ ὑμῖν, φίλτατοι, καί εἴθε ἐν εὐτυχίᾳ διαβιώσαιτε καθ´ όλον τόν αἰῶναν. 




0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top