Νόμος γάρ καθώς καί ἔθιμον ἦν πάλαι τοῖς Ρωμαίοις, φίλτατοι, δημοσίαν ἑορτήν ποιεῖσθαι ἐπί τῷ νέῳ ἔτει, τῇ πρώτῃ τῶν ἡμερῶν ἐκάστου ἔτους, οἶαν "πρωτοχρονιά" οἱ νῦν καλοῦσιν, εἰς τιμήν τοῦ Θεοῦ, τοῦ Ἱανοῦ, ἕξ οὖ καί ὁ μήν Ἱανουάριος κέκληται. 
Ὁβίδιος ὁ Ρωμαῖος συνέγραψε διάλογον εἰκονικόν, καλούμενος festi, περί Ρωμαϊκῶν ἐθίμων κατά τήν ἑορτήν ταύτην. Παρατίθημι ὑμῖν, φίλτατοι, μέρος τοῦ διαλόγου αὐτοῦ πρός ἀνάγνωσιν.
Δῆλον γάρ καί φανερόν τοῖς πᾶσιν γένοιτο ἄν ὅτι τά τῶν νῦν κρατούντων ἐθίμων πολύ μᾶλλον Ρωμαϊκά ἐστίν. 

Ἀνάγνωτε..

Ὀβίδιος: Ὡς τί, ὦ Ἰανέ, χειμῶνος μέσου ἀεί ἔκαστον ἔτος ἐνάρχεται τε καί οὔκ εἰαρινῆς ὥρης ἔν ᾖ ἄπαντα τα φύσεως ὰναγεννῶνται τε καί καινά ἐστίν;
Ἱανός: Διά τοῦτο ὅτι, ὦ Ὁβίδιε, χειμῶνος μέσου ὁ ἤλιος ἅμα τε ἀπόλλυται και ἀναγεννᾶται ἄπαξ ἀνα πᾶν ἔτος. Ἀπό τούτου νέον ἔτος ἐνάρχεται, χειμῶνος μέσου ὄντος.

Ὁβίδιος: Ἴνα τί, ὦ Ἰανέ, ἀπειργόμεθα έργάζεσθαι κατά πᾶσας δημοσίας ἑορτάς πλήν πρωτοχρονιά; 
Ἱανός: Ἴνα μη ράθυμοι τε καί ἀργοί διάγωμεν ὄντες κατά παντός τοῦ νέου ἔτους. Ἐξ οὖ ἡμᾶς δή χρή ἄρχεσθαι τοῦ νέου ἔτους ὑπό ἀσχολίας τινός. 

Ὁβίδιος: Ἴνα τί γένηται προσαγορεύομεν ἀλλήλοις τῇδε ἡμέρᾳ "μακάριον το νέον ἔτος" τε πολλά δέ καί καλά προσελεγόμεθα θυμῷ; 
Ἱανός: Τούτου ἔνεκα, ὅτι εὐδοκιμοῦντες τε καί ὑγιαίνοντες βουλόμεθα διάγειν κατά τό νέον ἔτος. Περί γάρ πρώτην τοῦ ἔτους Θεοί μάλα κλύουσιν τούς λόγους ἡμῶν.

Ὁβίδιος: Ὅπως τί γένηται δωραιά δίδομεν ἀλλήλοις σύκα, μέλι κλπ.
Ἱανός: Δῆλον ὅτι βουλόμεθα γλυκύ το νέον ἔτος γενέσθαι ἡμῖν, ὥσπερ τά γλυκέα ἐστίν.

Ὁβίδιος: Μανθάνω περί τῶν γλυκέων. Ἐτι δέ εἰπέ μοι ἴνα τί δωραιά χρήματα δίδομεν ἀλλήλοις;
Ἱανός: Ἤκιστα γάρ ἄν γνοίης τα παρόντα, ὦ Ὁβίδιε, εἰ βούλοιο ὅτι γλύκιον μᾶλλον μέλι  ἤ χρήματα ἐν ἀνθρώπων χερσίν ἐστίν. 

Ὑγιαίνετε...

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top