Πᾶσα Κολωνία νοσεῖ, ὦ φίλτατοι Ἔλληνες. Εὐθύς ἀπό παλαιοῦ, δεομένης τῆς Γερμανίας προσφύγων διά τὸ πλῆθος τῶν τεχνῶν καὶ τῶν ἐργοστασίων, ἔξεστι ἔτι καί νῦν τοῖς πρόσφυξιν πανταχόθεν γῆς, πάνυ ραδίως εἰσιέναι εἰς Εὐρώπην, εἰ καί μεστήν ἤδη οὖσαν προσφύγων.
Τούτων δε, τῶν προσφύγων τε καί τῶν μετοίκων πλείστη ἐστίν Εὐρώπῃ ἀκολασία ὅτι οὔκ ἔξεστι ἡμῖν ραδίως δίκην διδόναι αὐτοῖς τε καί ἀποπέμπειν τούς παρανομούντας ἐκ τῆς Εὐρώπης.
Οὐ πολλάς ἡμέρας πρότερον, τῶν ἐν Κολωνίᾳ γυναικῶν πλέον τῶν χιλίων μάλα ὑβριστικῶς παρεβιάσθησαν ὑπό ἀτάκτου ὄχλου προσφύγων ἐν μέσσῳ τῆς πόλεως, οὐδενός κωλύοντος, ἑορταζουσῶν ἐπί τῷ νέῳ ἔτει.
Μετὰ δὲ ταῦτα καί οὐ πολλαῖς ἡμέραις ὕστερον, φίλτατοι, μαινόμενος ὄχλος Γερμανῶν, ὑπέρ τούς εἴκοσι, ἐπέθοντο σφοδρῶς πρόσφυξι ἐν Κολωνίᾳ τούτου ἔνεκεν.
Ἀπό Συρίας τε καί Πακιστάν εἰσίν οἱ πρόσφυγες, οἵ ἐδάρθησαν ἀνηλεῶς τε και ἄνευ οἴκτου ὑπό ἀγνώτων Γερμανῶν ἐν Κολωνίας μέσσῳ, ὡς ὑπό ἀστυνομίας ἡγγέλθην.
Ὁλίγον δε τι πρότερον ἐγγύς σιδηροδρομικοῦ σταθμοῦ ἐξυλοκοπήθησαν Πακιστανοί, Σύροι καί ἄλλοι τινές πρόσφυγες ἀπό βορείου Ἀφρικῆς.
Τῶν Γερμανῶν πλέον τῶν 516 εἰσίν οἱ γραψάμενοι τούς μετανάστας τῶν παρανόμων αἰτούμενοι δικαιοσύνης καί τούτου ἔνεκεν πλέον τῶν ἑκατό ἀστυνομικῶν κατά ζητοῦσιν αὐτούς, τούς μετανάστας, κατά τήν πᾶσαν πόλιν, τήν Κολωνίαν.
Ἡ δὲ Μέρκελ συγκαλέσασα ὑπουργούς ἐβουλεύετο πότερον ἀποπέμποι αὐτούς ἐκ Γερμανίας, τούς παρανομούντας ἤ ἄλλο τι. Γερμανοί γάρ ἐν αἰτίᾳ ἔχουσιν τήν Μέρκελ ὡς ἐπιτρέψασαν τούς μετανάστας εἰσελθεῖν,
Εἰ καί οὔκ ἔχω σαφῶς εἰπεῖν τί χρή ἡμᾶς ποιεῖν περί τῶν μεταναστῶν δοκεῖ μοι τίς μέση ὁδός εἶναι τούτων, ἥν χρή ἡμᾶς πειράσασθαι βαδίζειν.
Ὑγιαίνετε.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου