Σ

Ὡς παρά πάντων ὁμολογεῖται, ὦ φίλοι, παλαιόθεν ἄχρι τῆς τήμερον Ἐλλήνων νήσοι εἶναι τά νῦν καλούμενα Ἴμια. Ἔτι δέ ὁμολογεῖται ὅτι Τοῦρκοι εἰσίν ἀδικώτατοι περί πάντας τούς γείτονας αὐτῶν, μάλιστα δέ περί τήν Ἐλλάδαν, ἀεί σφόδρα ἐρίζοντες ἀντία ἡμῖν περί τῶν Αἰγαίου νήσων. Καί τῷ ὄντι, ὦ φίλοι, τοιουτογνώμονες εἰσίν πλεῖσται χῶραι καί πολεμίους αὐτῶν ἔχουσιν τούς Τούρκους. Τούρκων δέ ἔνεκεν καί ἡμεῖς  αὐτοί ἐρίζοντες διατελοῦμεν ἀεί πρός αὐτούς ἀμφί Αἰγαίῳ.
Κατά δε τήν 30/1/1996 εἰς τοσοῦτον ἦλθομεν ἔριδος τε καί φιλονικίας πρός ἀλλήλους περί τῶν νήσων Ἴμια ὥστε αὐτίκα συνελέγησαν πάντα τά Ἐλλήνων τε καί Τούρκων μακρά πλοῖα ἐκεί ὡς ναυμαχήσοντα. 
Ὑπό νύκταν τήν 30/1/1996 ὑπό δώδεκα Τούρκων ὁπλιτῶν, τῶν Ἰμίων μία ἐξαίφνης κατελήφθη, συνεπικουρουμένων παρά φρεγάτας Γιαβούζ. 
Ἔλληνες δεδιότες περί τῇ νήσῳ ἔπεμψαν ἐλικόπτερον τῆς νυκτός, AB 212 Agusta bell, ἐπισκοπεῖν τήν νῆσον ὡς ἔχουσαν καί ἀγγέλλειν ἀσυρμάτῳ αὐτίκα τά ἐπισκοπούμενα τῷ ΓΕΝ. 
Ἔπειδή ἐλικόπτερον ἐγένετο ὑπέρ τῆς καταληφθείσης νήσου καί ἤρξατο ἐπισκοπεῖν αὐτήν διά τοῦ προβολέως φωτός, ἐν τῇ προφάσει ταύτη, ἐβλήθη πυρί ὑπό τῶν Τούρκων καί συστρεψάμενον κατέπεσεν ἀπό ἀέρος ἐπί τήν θάλατταν. Τούτου δε γενομένου Τούρκοι αὐτίκα τρόπαιον νίκης ἔστησαν. Οἱ ἐπιβαίνοντες τοῦ ἐλικοπτέρου ἦσαν ὁ Ἐκτορας Γιαλοψός, ὁ Παναγιώτης Βλαχάκος καί ὁ Χριστόδουλος Καραθανάσης. Ὅτι πάντες τῶν ἐπιβαινόντων παρεσύρθησαν εἰς θάνατον ὑπό τῆς ὁξύτητος τῆς καταπτώσεως, μέγας θρῆνος καί ὀργή ἐγένετο κατά πᾶσαν τήν Ἐλλάδαν. 
Παρά πάντων Ἐλλήνων σχεδόν νομίζεται παρά τῶν τότε πολιτικῶν γενέσθαι τήν συμφοράν καθώς καί ὅτι ὑπουργοί ἐτύγχανον, οὔκ αἰσχυνόμενοι,  ἐν τηλεοράσει διαλεγόμενοι κατά τῆς νυκτός ταύτης. 
Εἴκοσι ἔτη γέγονεν, φίλοι Ἔλληνες, ἄχρι τῆς τήμερον ἡμέρας, τοσαῦτα γάρ ἔτη ἀπ´ ἐκείνου  πρός τόν νῦν χρόνον ἐστίν καί ἔκαστον μέν ἔτος ἀπό τούτου καί εἰς τόν ἐπίλοιπον χρόνον κατά τήν ἡμέραν ταύτην μνημοσύνην αὐτῶν ἐγείρομεν κατά πᾶσαν τήν Ἐλλάδαν,  τιμῶντες αὐτούς ὅτι ἄγχι τῶν Ἰμίων ὑπέρ ἀθανάτου πατρίδος ἀπέθανον.

Προσήκει δέ ἡμῖν ἐπιμελεῖσθαι ὄπως ἀξιοι ἐσμέν τῶν προγόνων ἡμῶν ὥσπερ ἄξιοι ἦσαν καί οἱ τοῦ Ναυτικοῦ ἤρωες Ἔκτορας τε Παναγιώτης καί Χριστόδουλος.

Γένοιτο. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top