Παρασκευή, ἡ τήμερον ἡμέρα, φίλτατοι Ἔλληνες, καί ἐμνήσθην τοῦ ἀγαθοῦ ἀνδρός Περικλέους Ξανθίππου, υἱοῦ στρατηγοῦ καί Ἀγαρίστης, τῆς προσηκούσης τῷ Ἀλκμεωνιδῶν γένει. Πάντες γάρ ἡμῶν, τῶν Νεοελλήνων, σαφῶς ἴσμεν οἶα μέγιστα καί θαυμαστά καλά πεπόνθεν ἡ Ἐλλάς ὑπό τούτου, τοῦ μεγίστου ἀνδρός, ἔκθαμβοι ἔτι ὄντες τῆς δημοκρατίας, τῆς φιλοπατρίας, τῆς φιλανθρωπίας μάλιστα δέ πάντων τῆς αὐτοῦ σοφίας. 
Πρός δέ τούτοις, περί πολλῶν μέν ἄλλων θαυμασίων ἔργων δύναιτο τις ἄν ἐπαινέσαι Περικλέα, τόν ποιητή πάντων τῶν ἐν Ἀκροπόλει ἔργων, μάλιστα δε τούτων τόν παρθένου Ἀθηνᾶς ναόν, νῦν Παρθενῶνα καλούμενον. Τούτων δέ τῶν θαυμασίων ἔργων ἔνεκεν, πάντες τῶν νῦν ἀνθρώπων "χρυσοῦν αἰῶνα" καλοῦσιν τήν Περικλέους ἀρχήν. 
Οἶος ἄρχων τε καί ἄνθρωπος Περικλῆς ἐγεγόνει, οὐδέ ἐγγύς ὅμοιον μηδένα ἄρχοντα ἄν εὔροι τίς ἀναζητών, οὔτε τῶν νῦν ἀρχόντων οὔτε τῶν παλαιῶν ἀλλά, ὡς ἐμοί δοκεῖ, οὔτε τῶν ἐπομένων ἀρχόντων κατά πᾶσαν τήν γῆν.   
Βουλοίμην ἄν σήμερον ἡμᾶς εἰδέναι τί τῷ ὄντι ἐστιν ἅ εἶπεν ὁ Περικλῆς τοῖς παροῦσιν πρὸ τοῦ θανάτου. Παραθέτω οὖν ὑμῖν, ὡς Πλούταρχος φησίν, τά ὑπό τοῦ Περικλέους λεχθέντα ἄρτι πρό τοῦ θανάτου. Λέγει δέ τόδε:

 " Τοῦ Περικλέους ἤδη πρός τῷ τελευτᾷν ὄντος, περικαθήμενοι τῶν πολιτῶν οἱ βέλτιστοι λόγον ἐποιοῦντο τῆς ἀρετῆς καί τῆς δυνάμεως, τάς πράξεις ἀναμετροῦντο, καί τῶν τροπαίων τό πλῆθος. Ταῦτα ὡς οὐκέτι συνιέντος, ἀλλά καθηρημένου τήν αἰσθησιν αὺτοῦ, διελέγοντο ἅ πρός ἀλλήλους. Ὁ δέ πᾶσιν ἐτυγχανε τόν νοῦν προσεχηκώς, καί φθεγξάμενος εἰς μέσον , ἔφη θαυμάζειν, ὅτι ταῦτα μέν ἐπαινοῦσιν αὐτοῦ καί μνημονεύουσιν, καί πρός τύχην ἐστί κοινά, τό δε κάλλιστον καί μέγιστον οὐ λέγουσιν. Οὐδείς γάρ δι' ἐμέ τῶν ὄντων Ἀθηναίων μέλαν ἱμάτιον περιεβάλετο." 

"Οὐδείς γάρ δι' ἐμέ τῶν ὄντων Ἀθηναίων μέλαν ἱμάτιον περιεβάλετο!!!!"

Οἶον δή λόγον ἐλογίσθη Περικλῆς ἀγορεῦσαι πρό τοῦ θανάτου, φίλτατοι Ἔλληνες!!! 
Ἄνθρωπος κρείττων παντός ἄλλου ἔργου τε καί τροπαίου, τήν ἐαυτοῦ δόξαν!!! 

Μακαρίζω, φίλτατοι, τήν Ἐλλάδαν οἶον ἄνδρα εὖ πέφυκε πρός ἀρετήν τε καί σοφίαν!!!!

Ὑγιαίνετε. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top