Γιώργος Σεφέρης

Πάντες γάρ ἴσμεν ὅπῃ οἴχονται οἱ Σύριοι μετανάσται, ὦ φίλτατοι Ἔλληνες. Δῆλον εἰς Γερμανίαν!!! Τί οὖν ἄν ἀποκρίναιντο εἰ ἐρωτηθεῖεν ὁποίων τινῶν ἡμῶν ἔτυχον διαπορευόμενοι τῆς Ἐλλάδος;
Ἐρωτηθείς οὖν ἐν Καβάλᾳ τῶν μεταναστῶν τίς, ἱατρικήν τέχνην ἐπιτηδεύων, δεδήλωκεν τοῖς δημοσιολόγοις τάδε:

"Ἐγώ τοι βουλοίμην ἄν εἰπεῖν εὖ χάριν ἔχειν τῇ Καβάλᾳ τῆς φιλοξενίας. Πολλῶν γάρ  ἀνθρώπων βέλτιστοι ὑμεῖς τυγχάνετε ὄντες. Ἁμα τε ἡμεῖς αὐτοί ἥκοντες καί ἡμερεύοντες δεῦρο μακρᾶς τε καί χαλεπούς κελεύθου, τυγχάνομεν πρόσφορα τά βέλτιστα. Τῶν Ἑλλήνων ἱατρῶν πέντε καί δέκα ἔκοντες δεῦρο ἱκνούμενοι λυσιτελοῦσιν ἡμᾶς καλῶς ἱατρεύεσθαι, δίδοντες ἡμῖν προῖκα φάρμακα, τοῖς ἐν χρείᾳ φαρμάκων διατελοῦσιν. Ὡσαύτως δε ὅτι καί ἐγώ αὐτός ἱατρός τυγχάνω ὥν, βοήθειαν ἔλαβον ὅπως νόσοις μεταναστῶν ἐπικουρήσω. 
Εὖ χάριν οἶδα τοῖς Ἕλλησιν" !!!!!!  
Μέγας ἅμα τε ἔπαινος καί ἐγκώμιον δημοσίᾳ ὑπέρ Ἐλλάδος, φίλτατοι, πρῶτον τοῦτο ἐστίν. Οὐ πώποτε ὑπέρ οὐδενός τῶν Βαλκανίων   τοιόνδε ἔπος  εἴρηται οὐδέν, ἀπειργούντων ἔτι καί  νῦν τείχει τούς μετανάστας διαπορεύεσθαι εἰς Γερμανίαν. 

Τοῦ Ξενίου Διός τε καί τῶν νόμων, ἡ νῦν Ἐλλάς καλουμένη, πάλαι ἱκανῶς φιλόξενος ἐτύγχανε οὖσα, καί πλεῖστοι τῶν τότε Ἐλλήνων οὐδέν ἄλλο μάλιστα ἔπραττον ἤ φιλόξενον ἔργον. Ὡς δέ ἀληθῆ λέγω, νόμον τῶν Λευκαντῶν παρέχομαι ὑμῖν ὅς λέγει τόδε:

"Ἑάν ἡλίου δύσαντος ἀφίκηται ξένος καί παρελθεῖν ἐθελήσει εἰς στέγην τινός, εἶτα μή δέξηται τόν ἄνδρα, ζημιοῦσθαι αὐτόν καί ὑπέχειν δίκας της κακοξενίας"

Χρή ἡμᾶς, ὥσπερ οἱ ἡμέτεροι πρόγονοι, ὡς μάλιστα ἐπικούρους τοῖσδε, τοῖς Συρίοις, ἄν γενέσθαι ὡς ράστα φέρουσιν ταῖς παροῦσι συμφοραῖς. Ἠμῖν γάρ προσήκει ἐπιμελεῖσθαι ὅπως ἄξιοι ἐσόμεθα τῶν ἡμετέρων προγόνων περί φιλοξενίας. 

Ὑγιαίνετε. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top