Μάλαμα, ἐμή πενθερά αἰδήμων τε καὶ εὐειδεστάτη εἰς ὑπερβολήν οὖσα, ἐτελεύτησε τῇ δωδεκάτῃ ἡμέρᾳ τοῦ μηνός Μαρτίου 2016, γεγονυῖα ἐτῶν ἐνενήκοντα, εὐγενείᾳ διαφέρουσα πολλῶν ἄλλων ἀνθρώπων, ἀλλὰ καὶ μεγαλοφροσύνῃ. Τούτων δέ ἔνεκεν, πάντες τῶν οἰκείων τε καί γνωρίμων καλά νοοῦσι τῇ Μάλαμα. Ἐλληνίς τό γένος οὖσα, ὁμοῦ τοῖς οἰκείοις μετῴκησε ἐκ Κωνσταντινουπόλεως ἐς Ἀθήνας ἐν ἔτῃ 1975. Διετέλει δέ ἀπό τοῦ 1955 ὕπανδρος γυνή τοῦ Ἱωάννου, ὅς ἐτελεύτησεν τῆς Μάλαμα πρό, ἐξ οὖ δε αὐτῇ ἐγένοντο παῖδες δύο, πρεσβύτερος μέν Κωνσταντῖνος, νεωτέρα Ἐλένη. 
Μάλαμα, φίλτατοι, καίτοι πάντα τόν πρόσθεν χρόνον πράως εἶχε τήν ὑγείαν, ἐξαίφνης ἐκ τινός χρόνου ἀδυνάτως εἶχε αὐτήν, καί τῇδε πρός τῷ τέλει τοῦ βίου ἦν. 
Προσφάτως δε ἅμα μέν ὁροῦσα τό πεπρωμένον ἀδύνατον φυγεῖν εἶναι ἅμα δε ἡγουμένη οὔ μάλα κακό τό τεθνᾶναι εἶναι, εὐθύμως τε καί ἀστενακτί εἰς τό χρεών ἀπῆλθεν!!! Μέμνημαι δε ὅτι ἀεί τί ἔθος ἦν αὐτῇ  λέγειν ἡμῖν τόδε τό ἔπος:
"Ἐπικουρεῖτε τε καί ἀγαπᾶτε ἀλλήλους, χείρ γάρ τήν χεῖρα νίζει". 
Ὠς ἐμοί δοκεῖ, φίλτατοι, τό αἴτιον τοῦ θανάτου το γῆρας εἶναι μᾶλλον ἤ ἡ νόσος.
Τούτου δε ἔνεκεν βουλοίμην ἄν ὑπομνῆσαι ὑμᾶς περί ὦν Σωκράτης ἔλεξεν τοῦ γήρατος.

Σωκράτης: "Εἶτα λαθόν ὑπῆλθε το γῆρας, εἰς ὅ πᾶν συρρεῖ τό τῆς φύσεως ἐπίκηρον καί δυσαθλές. Κἄν μή τίς θᾶττον ὡς χρέος ἀποδιδῷ τό ζῆν, ὡς ὀβολοστατης ἡ φύσις ἐπιστᾶσα ἐνεχυριάζει τοῦ μέν ὄψιν, τοῦ δέ ἀκοήν, πολλάκις δε ἄμφω. Κἄν ἐπιμείνη τίς παρέλυσεν, ἐλωβήσατο,  παρήρθρωσεν. Ἄλλοι πολυγήρως ἀκμάζουσιν καί τῷ νῷ δίς παῖδες οἱ γέροντες γίγνονται"

Εὔχομαι, φίλτατοι, τήν μετοίκησιν αὐτῆς, τήν ἔνθενδε ἐκεῖσε μάλα εὐτυχῇ καί ἡδεῖα γενέσθαι. 

Γένοιτο. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top