Περί τοῦ Διονύσου τε καί τῶν Ἰνδῶν βουλοίμην ἄν τούς λόγους ποιεῖσθαι τῆς σήμερον, ὦ φίλοι Ἔλληνες. Το δε αἴτιον τούτου ἐστι τόδε: Πολλάκις ἀκήκοα τῶν νῦν Ἐλλήνων πολλούς λέγοντας ὅτι Ἰνδοί πρότερον τῶν Ἔλλήνων παρεῖχον ἐαυτούς πεπολιτισμένους πρός τούς λοιπούς ἀνθρώπους. Ἔτι δε καί ὅτι Ἔλληνες πολλά τε καί καλά ἔλαβον παρά τῶν Ἰνδῶν μιμούμενοι αὐτούς περί φιλοσοφίας τε καί ἱερῶν.
Τήν συγγραφήν οὖν ἀναγιγνώσκων τοῦ Ἀρριανοῦ ἤ μήν ἔπαθον τοιούτον τι , ὦ φίλοι. Ἔδοξαν μοι ἐκεῖνοι οἱ Ἰνδοί βάρβαροι εἶναι τό παράπαν ὥσπερ καί οἱ Σκύθαι. Μεγασθένης φησί, πρίν δη Διόνυσον κατελθεῖν εἰς τήν χώραν τῶν Ἰνδῶν, οὖτοι ἐδιατέλουν νομάδες ὄντες καί ἐπί ἁμάξῃσιν πλανώμενοι, οὔτε πόλεις οἰκοῦντες οὔτε ἱερά θεῶν σέβοντες. Ἔτι δε οὖτοι ἀμπέχοντο δοράς ζώων, ὡμοσιτούμενοι δε τῶν δένδρων τόν φλοιόν τε καί τῶν θηρίων ὅσα ἔλοιεν. Πρός δε τούτοις οὐδέ ἀροτῆρες ἦσαν τό παράπαν οὔτε σπέρματα εἶχον. Ἐστι γάρ χρόνος ὅτε Διόνυσος κατῆλθεν εἰς τήν χώραν τῶν Ἰνδῶν ὡς τούς Ἰνδούς καταπείσων, ἀπολιπόντας τούς ἐκείνων βαρβαρικούς τοῦ ζῆν τρόπους, μεταβαλεῖν ἑαυτούς  εἰς Ἐλληνικούς. 
Ἄξιον οὖν ἡμῖν τούς λόγους ἀναγνῶναι τοῦ Ἀρριανοῦ
"..Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο ᾿Ινδῶν, πόληάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλεσιν, οἴνου τε δοτῆρα ᾿Ινδοῖς γενέσθαι κατάπερ ῞Ελλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα, ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν τὴν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Δινυσος ἐπελθὼν τὴν ᾿Ινδῶν γῆν σπέρματά σφισιν ἔδωκε καρποῦ τοῦ ἡμέρου. βόας τε ὑπ' ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι ᾿Ινδῶν τοὺς πολλοὺς καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι. καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας καὶ ὄρχησιν δὲ ἐκδιδάξαι τὴν σατυρικήν, τὸν κόρδακα παρ' ῞Ελλησι καλούμενον, καὶ κομᾶν [᾿Ινδοὺς] τῷ θεῷ  μιτρηφορέειν τε ἀναδεῖξαι καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι, ὥστε καὶ εἰς ᾿Αλέξανδρον ἔτι ὑπὸ κυμβάλων τε καὶ τυμπάνων ἐς τὰς μάχας ᾿Ινδοὶ καθίσταντο."  
Μετά δε τόν Διόνυσον, φίλτατοι, ὁμολογεῖται καί τόν Ἠρακλήν κατελθεῖν εἰς τήν χώραν τῶν Ἰνδῶν ὅπως τούς Ἰνδούς ποιήσει βελτίους κατά τήν προσήκουσαν ἀρετήν καί ἐκδιδάξαι αὐτούς ἀρετήν, τήν ἀνθρωπίνην τε καί πολιτικήν. 
Ἔγνων οὔτως, ἀναγιγνώσκων Ἀρριανόν, ἐν ὁλίγῳ χρόνῳ τοῦτο περί τῶν Ἰνδῶν. Ὅτι ἐκ τούτων τῶν Ἐλλήνων, τοῦ Διονύσου τε καί Ἠρακλέους, προίκᾳ πολλά καί καλά ἀγαθά γεγόνασιν τοῖς Ἰνδοῖς μάλιστα δε πάντων ἀπαγόντων τούτους ἐκ τῆς βαρβαρότητος εἰς τόν πολιτισμόν. Ὅ δέ πάντων ἀπορώτατον ὅτι οὐδενός πώποτε ἀκήκοα ἐπιχειρεῖν τούς νέους διδάσκειν περί τῶν τοιούτων. Καί ἔτι καί νῦν ἀπορῶ ἴνα τί τοῦτο γένηται, οὔκ ἔχων λέγειν. 

Χαίρετε



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top