Πρός ἑμαυτόν, φίλοι Ἔλληνες, ἐλογιζόμην τῇ προτεραίᾳ ὅτι οὔκ εἴη πρέπον ἡμῖν τεθράφθαι ἐν τοιούτοις ἤθεσι θρησκευτικοῖς περί τά θεῖα έτι καί νῦν ἐν ἔτει 2016!!!
Καγώ οἶμαι, ὦ φίλοι, παντὶ ράδιον ἰδεῖν οἶος τέ ἐστιν ἕκαστος ἡμῖν τούτων τῶν ἠθῶν ἔνεκεν, τῶν θρησκευτικῶν. Θνήσκεἱ γάρ τό ἀληθές τε καί βλαστάνει τό μή ἀληθές ἐν ταῖς ἀνθρώπων ψυχαῖς. Ἔτι δε οἴονται οἱ μάλα θρησκευόμενοι σοφώτατοι εἶναι τῶν ἀνθρώπων λέγοντες ὡς οὖτοι μόνον ἵσασι τά ἀληθῆ περί τόν θεόν. Φαίνεται δε μοι τοιοῦτον τι πεπονθότες οἱ ἀπανταχοῦ θρησκευόμενοι. Οὐδεῖς τούτων συνῄδη ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία εἴη καὶ οὐδενός, ὥσπερ Σωκράτης φησίν ὲν τῇ ἀπολογία.
Οὔτω παρά τοῖς Χριστιανοῖς νομίζεται ὅτι οὔποτε τοῖς Ἔλλησιν σημεῖα τε καί τέρατα ἐγεγόνει παρά τῶν θεῶν πρότερον τῆς Χριστιανικῆς αἰρέσεως!!!.
Πολλοί δέ τῶν Χριστιανῶν εἰσί περιιόντες σημείοις τε τεράτοις καί μαντείαις χρώμενοι ἀναπείθουσι τούς ἀνθρώπους πιστεῦσαι.
Πρός δε τούτοις ἔτι καί νῦν ὁμολογεῖται παρά τοῖς χριστιανοῖς ὡς ἔστι τις Παΐσιος προφητικός, ἅγιος ἀνήρ, ὅς τα τε μέλλοντα ἄπαντα οἶδε καί προφητίζει ταῦτα τοῖς ἀνθρώποις καί τούτου ἔνεκεν προσκυνεῖται ὡς ἱερόν τι καί θαυμαστόν ὑπό τῶν χριστιανῶν.
Πολλοί δε εἰς τοσοῦτο λατρείας ἤκουσιν περί τόν Παΐσιον ὥστε καί τά made in China σάνδαλα αὐτοῦ τε καί τά μηνοειδή δἰοπτρα προσκυνοῦσιν ὡς ἱερά!!!
Ἐγώγε νῦν πειράσομαι δεικνύναι ὑμῖν ὅτι πολλά θαυμαστά τέρατα τε καί σημεῖα ἀπό θεῶν προσεώρατο καί ὑπό τῶν ἁρχαίων Ἐλλήνων. Μελετών οὖν τά περί τήν Ἀνύτην ἤ μήν ἔπαθον τί τοιοῦτον!! Ἔδοξε μοι διά τήν Ἀνύτην θεραπευθῆναι Φαλύσιος ὑπό τοῦ Ἀσκληπιοῦ ὅς τυφλός τῶν ὀφθαλμῶν ἧν!!!
Ἀνάγνωτε οὖν τήν συγγραφήν!!
"Τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲ ᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐ πολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοι ἦν αὐτίκα· καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασα ἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα. τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν· ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν ὑγιής τε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον."
Καί δικαιότατον μοι δοκεῖ τινά εἰπεῖν ὅτι παρὰ μὲν τοῖς ἀρχαίοις Ζεύς ἀνεδείκνυεν, παρὰ δὲ τοῖς Χριστιανοῖς Χριστός, σημεῖα τε καί τέρατα τοῖς ἀνθρώποις πιστεῦσαι.
Ἐπιχειρητέον οὖν ἡμῶν ἐξελέσθαι τὴν θρησκείαν ἣν ἡμεῖς παῖδες ἔτι ὄντες ἔσχωμεν ταύτην καί ἐπακολουθητέον τῷ Σωκράτους λόγῳ τε καί τρόπῳ.
Χαίρετε
Εὐμήχανος
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου