Οἱ Ἔλληνες πάλαι δή, ὦ φίλοι, ἐκ διδασκαλίας καί οὐχί κατ´ ἔθος διέπρεψαν πολιτισμῷ πάντων τῶν λοιπῶν ἀνθρώπων, ἦ μήν πρῶτοι διατρίψαντες περί τήν φιλοσοφίαν, τάς τέχνας, τήν δημοκρατίαν καί τάς ἐπιστήμας. Πρός δε τούτοις καί ἵνα μή οὐκέτι ἀπαίδευτα τά τέκνα αὐτῶν γένοιτο, ἐφευρόντες τήν ἀλφάβητον, διδασκαλεῖα οὖν ἱδρύσαντο κατά τήν Ἐλλάδαν ὥσπερ τήν Ἀκαδήμειαν, τό Σωκρατικόν διδασκαλεῖον, τόν Κῆπον καί ἄλλα .
Ἐνταῦθα οὖν ἐφοίτα τά Ἐλλήνων τέκνα καλῶς διδασκόμενα συγγράφειν, γεωμετρεῖν, φιλοσοφεῖν, ἱατρεύειν!!!. Ἄλλως τε οἱ Ἔλληνες διά τό τοσοῦτο ἐπιφανεῖς εἶναι, ἐθαυμάζοντο ὑπό πάντων τῶν ἀνθρώπων, καί δή τῶν Ρωμαίων. Καί ὡς ἀληθῶς οἱ Ἔλληνες παρεῖχον ἐαυτούς πολλάκις Ρωμαίοις διδάσκειν τε καί παιδεύειν ὅτι ἄν δέῃ, χάριν τῆς διανοίας αὐτῶν. Καί ὁπωσοῦν Ρωμαῖοι ἤρξαντο μέτοχοι τῆς Ἐλληνικῆς παιδείας γενέσθαι. 
Εὖ ἴστε ὅτι ἐπί τῶν Χριστιανῶν ταῦτα οὖν πάντα κατεστράφη!!!  Τά φιλοσοφίας διδασκαλεῖα γοῦν κατεστράφη ὁλοσχερῶς, αἱ Ἀθῆναι τε καί οἱ νεῴ τάχα κατεστράφησαν πανταχῶς, τό Ἐλλήνων γένος ὡσαύτως ὠλέσθη παντελῶς(;) ὑπό τούτων, τῶν Χριστιανῶν!!!! Ἔτι δε οὐκέτι ἐξῆν Ἔλλησιν τε Ρωμαίοις καί τοῖς ἄλλοις μελετᾶν τε καί γράφειν τό λοιπόν!!! Τάχιστα μήν αὖ πάντες οἱ ἐνοικοῦντες Εὐρώπῃ εἰς ἀπέραντην βαρβαρότητα ἤκοντο ὥσπερ καί πρότερον τῶν Ἐλλήνων ἦσαν.!! 
Τούτων οὖν ἔνεκεν, εἰ ἀληθῶς ἀπόγονοι Ἐλλήνων εἴημεν οὔκ ἄν εἰδείην εἰπεῖν. Εἰσί μέντοι ἔνιοι ἱστοροῦντες ὅτι ἡμῶν οἱ πλεῖστοι Σλαύων ἀπόγονοι μᾶλλον ἤ Ἐλλήνων ἐσμέν!!! Ἄλλοι μέν οὖν Ἐλλήνων διά τήν γλῶσσαν τε καί τούς τρόπους. Πότερον οὖν ἀληθές ἤ ψευδές; Οἶμαι τοίνυν αὐτό χαλεπόν εἶναι βεβαιώσασθαι παρά παντός. Οὐ γάρ δη ἐγώγε ἵστωρ τούτου τυγχάνω ὤν. 
Εἰ καί οἱ Ἔλληνες ὠλέσθησαν τό παράπαν(;) ἡ διάνοια αὐτῶν γε ἐπιβεβίωκεν διά τῶν φιλελλήνων, καί δή τῶν Εὐρωπαίων!! Τῶν γάρ φιλελλήνων ἴδιον ἐστι, ὦ φίλοι Ἔλληνες,  σφόδρα φιλεῖν τούς Ἔλληνας τε καί τήν διάνοιαν αὐτῶν. Ἔργον μήν δε αὐτοῖς εἶναι μελετᾶν ἅπαντα ταῦτα, ἅ Ἔλλησι γέγραπται πάλαι ποτέ καί διδάσκειν ἀνθρώπους περί τούτων. 
Εἰ μή ἄρα εἴχομεν τούς φιλέλληνας, φίλτατοι, ουδείς ἡμῶν ἄν ᾔδει ἄλλως οὐδέν, οὔτε τί σμικρόν περί τούς ἀρχαίους Ἔλληνας. Ἐπίστανται γάρ οἱ νῦν Ἔλληνες, οἶμαι, δήτα τῶν φιλελλήνων μόνον τούτους οἵ ἦ ὑπέρ Ἐλλάδος ἀπέθανον κατά τήν Ἐλληνικήν στάσην τῷ 1821 καί δή τόν Byron!!! 
Εἰ δε τις τούς Ἔλληνας ἐρωτῴη περί τούς φιλέλληνας τούς πρότερον τῆς Ἐλληνικῆς στάσεως, ἔχοιεν μὲν οὖτοι οὐδὲν εἰπεῖν ἀλλ ̓ ἀγνοοῖεν τούτους τό παράπαν. 
Τούτου δή ἔνεκεν οἶμαι, καλόν ἐστι τούς νῦν Ἔλληνας ἀκοῦσαι περί τόν  φιλέλληνα τε καί Ἐλληνιστή Σαλουτάτι(Lucio Coluccio Salutati). Οἶος ἦν ἆρα γε οὖτος ὁ ἀνήρ, καί ποδαπός, καί τί ἆρα γε πέπραγε ὑπέρ τῶν Ἐλλήνων; Ἴθι νῦν ἐξετάσωμεν ὡς συντόμως τούς λόγους τε καί τά έργα τοῦ ἀνδρός τούτου. 
Σαλουτάτι, Ἰταλός τό γένος ἦν, γενηθείς ἐν Stignano  τῇ δεκάτῃ ἕκτῃ ἡμέρᾳ Φεβρουαρίου, ἐν ἔτει 1331 καί ἀπέθανεν τετάρτῃ ἡμέρᾳ τοῦ Μαϊου, ἐν ἔτει 1408. Ἦ μήν τῶν γραμμάτων ἀνήρ ἐνομίζετο, καί δή τῶν Ἐλληνικῶν καί οὖτος γε ἦν τις τῶν πολιτικῶν ἐκείνων, οἵ ἡγήσαντο τῆς διαφωτίσεως τῶν ἐν Φλωρεντίᾳ, χρώμενοι τοῖς ἀρχαίοις λόγοις. 
Τῷ 1374 ἡρέθη ἄρχων(chancellor) τῆς τότε καλουμένης "Δημοκρατία τῆς Φλωρεντίας". 
Τά περί τῶν ἀρχαίων λόγων ἔργα αὐτοῦ ἀμείνονα γοῦν νομίζεται εἶναι μᾶλλον ἤ τά περί τῶν πολιτικῶν. Δεινός δή ρήτωρ, ἄλλως τε καί ἀρχαιολογικός, Σαλουτάτι, τάχα νοήσας τόν ἀρχαῖον λόγον, ἐτρέπετο ἀεί ποτέ πρός τούς ἀρχαίους λόγους καί δή πρός Βιργίλιον τε καί Κικέρωνα. "Δεῖ " ἔλεξε "τόν ἀρχαῖον  λόγον ἡμᾶς αἱρεῖσθαι ὡς μή μόνον μιμουμένους τούς ἀρχαίους ἀλλά ἵνα ποιήσωμεν τοῦτον βελτίονα "!!!!
Σαλουτάτι οὖν ἐπρίατο ποτέ πλέον τῶν ὁκτακοσίων συγγραμμάτων παρά τοῦ Petrarch τελέσας χρήματα αὐτῷ πλείω παντός ἄλλου. Τότε δή κύριος ἐγένετο βιβλιοθήκης τῆς μεγίστης πᾶσης ἄλλης τῶν ἐν Φλωρεντίᾳ κατά τόν ἐκεῖνον χρόνον. 
Ἐν ἔτει 1397 διδάσκαλος Χρυσολοράς οὖν ἐπείθετο τῷ Σαλουτάτι, ἦ μήν εἰδώς καλῶς τήν Ἀττικήν διάλεκτον, μετοικῆσαι ἀπό Βυζαντίου εἰς Φλωρεντίαν ἵνα αὐτίκα τούς Ἰταλούς διδάξῃ τήν Ἀττικήν διάλεκτον!!! 
Καί μήν, φίλτατοι, ἡ Ἀττική διδαχή ταύτη ἐτύγχανε οὖσα ἡ πρώτη ἐν Εὐρώπῃ ἀπό τοῦ τέλους τῆς Ρωμαϊκῆς αὐτοκτρατορίας. Μάλιστα χιλίους χρόνους!!!! Διά τήν διδαχήν δε ταύτην οἶον τε ἦν τό πρῶτον αὖ ἐνίοις Δυτικοῖς μελετᾶν τε καί γράφειν Ἀττικιστί!!! 
Προσέτι δε δή Χρυσολοράς ἐποίησε τε καί ἐπαίδευσεν ὅμιλον Ἐλληνιστῶν, ὥσπερ ὁ Bruni τε και ὁ Vergerio, ἀρκοῦντα ἱκανόν μελετᾶν τά Ἀριστοτέλους κείμενα Ἀττικιστί!!!!
Κατά τόν κατά Σαλουτάτι χρόνον οὔκ ἦν Φλωρεντίᾳ οὐδέν τῶν Ἐλληνικῶν συγγραμμάτων. Σαλουτάτι ἤνεγκε εἰς Φλωρεντίαν τά Ἀριστοτέλους συγγράμματα Ἀραβιστί ἀπό τῆς τότε Ἀραβοκρατουμένης Ἰσπανίας καί αὐτίκα τοι μετέγραψε ταῦτα εἰς Λατινικήν φωνήν!!!
Τά δε συγγράμματα ταῦτα, τά τοῦ Ἀριστοτέλους, ἦν τῶν Ἐλληνικῶν τά πρῶτα ἐν Εὐρώπῃ καί ἀπό τούτων ἤρξατο τό πρῶτον ἡ νῦν καλουμένη "Ἀναγέννηση". 
Σαλουτάτι πολλάκις εἰς λόγους ἐλελύθει δημοσίᾳ ὑπέρ Ἐλληνικοῦ πολιτισμοῦ καί δή τοῦ Αριστοτέλους πρός τούς τότε κληρικούς λέγων αὐτοῖς: 
"Οὔτε νοῆσαι οἶον τε ἐστι ὑμῖν τῶν Ἀριστοτέλους οὔτε ἀναγνῶναι οὐδέν, οὐδέ εἰ τυγχάνει τι σμικρόν ἤ ἀπλόν" !!!!!!
Τοιοῦτος τις ἦν φίλτατοι οὖτος ὁ μέγας Ἐλληνιστής, ὁ Σαλουτάτι. Καί μήν χρή ἡμᾶς ἀεί χάριν ἐνέγκαι αὐτῷ ὅτι ἀπό τούτου ἤρξατο ἡ ἀναγέννησις τοῦ Ἐλληνικοῦ πολιτισμοῦ κατά πᾶσαν τήν Εὐρώπην πλήν Ἐλλάδος!!!!  Ναί, φίλτατοι, ὁρθῶς ἠκούσατε. Πλήν Ἐλλάδος!!! Αἰδώς!!!! 

Χαίρετε

Ευμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top