Σύνηθες ἔθος, φίλοι, τοῖς νῦν Ἕλλησιν ἐστίν, εὐχάς ποιεῖσθαι καθ´ ὧν ἄν ἕκαστος νομίζῃ καθ´ ἑκάστην  χειμερινήν ἰσημερίαν καί δή τῇ 25 τοῦ μηνός Δεκεμβρίου. Τό μέν πλῆθος ἐν Ἐλλάδι , Χριστιανοί νῦν ὄντες, προσαγορεύουσιν ἀλλήλους ἤ μετά τοῦ "καλά χριστούγεννα" ἤ "χρόνια πολλά". Ἔτι δέ ἔθος τοῖς Χριστιανοῖς ἐστίν τῇ προτεραίᾳ τῶν Χριστουγέννων ἔωθεν ἀπό οἴκου εἰς οἶκον τά παιδία ἤκοντα, ἄδειν τοῖς ἐνοικοῦσιν τό καλούμενον " τρίγωνα κάλαντα" ἀσμάτιον.
Εἰσί δέ ἐν τοῖς Ἕλλησιν καί οἱ καλούμενοι Ἐθνικοί, σκώπτοντες τό ἔθος τοῦτο τῶν Χριστιανῶν, λέγοντες ὅτι χρή καί ἔξεστι νῦν ἡμῖν εὔχεσθαι τέ καί ἑορτάζειν κατά τόν παλαῖον ἐκεῖνον τρόπον καθ´ ὅν οἱ ἡμέτεροι πρόγονοι ἑώρταζον τε καί προσηγόρευον ἀλλήλους κατά τάς ἑορτάς, μετά τοῦ ἤ "θεοί δοῖεν τά ὄλβια" ἤ "μακάριον τέ καί εὔδαιμον τό νέον ἔτος". Ἐρίζουσιν δέ οὖτοι ἀλλήλοις λέγοντες οἱ μέν Χριστιανοί τόν Χριστόν γενηθέντα εἶναι τῇ 25 τοῦ μηνός Δεκεμβρίου, οἱ δέ Ἕλληνες Ἐθνικοί τόν Διόνυσον εἶναι!!!! 
Εἰσί δε καί τινές ἄλλοι τῶν Ἑλλήνων δειλοί τοῦ Χριστιανισμοῦ οἵ ἰδιολογούμενοι μέν ὁμολογοῦσιν Ἑλληνισμόν ἀπολέσθαι βἱᾳ ὑπό τῶν Χριστιανῶν καί τούτου ἔνεκεν οὐδόλως βούλονται μετέχειν τοῦ Χριστιανισμοῦ, δημοσιολογούμενοι ὅμως, μάλιστα δέ τῷ facebook, μάλα φρονοῦσιν τά Χριστιανικά δόγματα καί εὐχάς Χριστιανικάς ἀσμένως διδόασι τοῖς πᾶσι τε καί λαμβάνουσιν παρά πάντων, γνωρίμων τε καί ἀγνώτων!!! Τούτου δέ ἕνεκεν οὔκ ἔστι μοι ράδιον διακρῖναι πότερον ὁ Ἑλληνικός πολιτισμός ὑπερέχει πλεῖον εἰς αὐτούς ἤ τό Χριστιανικόν δόγμα!!! 
Ἄξιον δέ δοκεῖ μοι νῦν εἰπεῖν ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐν ᾧ Χριστιανοί εἰσέβαλλον βίᾳ στρατιάν καλογήρων εἰς Ἑλλάδαν, οὔκ ἐξῆν τοῖς Ἕλλησιν στρατόν συλλέξαι τέ καί μαχέσασθαι τοῖς καλογήροις ὥσπερ τό παλαῖον οἱ ἡμῶν πρόγονοι, δουλεύοντες γάρ τοῖς Ρωμαίοις ἐτύγχανον, καί τούτου ἔνεκεν ἐν ταῖς μάχαις ραδίως ἡττῶντο ὑπό τῶν Χριστιανῶν καί μάλα χαλεπόν ἦν αὐτοῖς τε καί τοῖς οἰκείοις σωθῆναι!!! 
Χριστιανοί δε ἁμιλλώμενοι πρός ἀλλήλους ἐπειρῶντο ὡς πλείστους τῶν Ἑλλήνων ἀποσφάξαι καί ὡς πλείστους δήμους καί οἴκους ἀναστάτους ποιῆσαι τέ καί ἀνελεῖν !!! Φοβερόν δέ ἦν τοῖς Ἕλλησιν ὁρᾶν ἐκ θεμελίων ἀνατετραμμένους τέ κατακεκαυμένους και κατεσκαμμένους τούς ναούς τέ καί οἴκους αὐτῶν ὑπό τῶν Χριστιανῶν!!! 
Τοιούτῳ τρόπῳ καί οὔκ ἄλλῳ, τῶν Ἑλλήνων οἱ ἐκ θανάτου σωθέντες εἰς τόν Χριστιανισμόν ἐτρέποντο ἴνα οὔτως τῶν σφαγῶν σώσωνται!!! Γόνοι ἐκείνων τῶν Ἑλλήνων εἰσί οἱ νῦν καλούμενοι Χριστιανοί οἵ ὑμνοῦσιν τέ καί σέβουσιν καί συνεύχονται ὑπέρ τοῦ Χριστιανισμοῦ καί μικρολογοῦσιν δέ καί κατεύχονται τῶν Ἑλλήνων!!! 
Ἔοικεν δέ ἐξ ὧν εἶπον ὅτι χρή ἡμάς, τούς Ἕλληνας, ὁμονοεῖν ἀλλήλοις μάλιστα πάντων περί πατρίδος, καί οὔτως ὁμόνοοι διαβιώσωμεν τό λοιπόν καί μή ἡμῶν ἕκαστος ἄλλο τί ὑπολαμβάνῃ τήν Πατρίδαν θρησκείας ἕνεκεν!!!! 

Εὔδαιμον τό νέον ἔτος. 

Εὐμήχανος.


0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top