Εὖ ἴστε, φίλοι, ὅτι ἡ νῆσος Κύπρος, πρός ἀνατολάς τῆς ἔσω θαλάσσης ἐγγύς Κιλικίας κειμένη, ἀδιαλείπτως ἀπό τοῦ παλαιοῦ τέ ἄχρι τοῦ νῦν ὑπό τοῦ Ἑλλήνων γένους ὤκηται!!! Καί μήν Ἀφροδίτης νῆσος, διά τήν Ἀφροδίτης γένεσιν ἐν τῇ νήσῳ ἀπό τοῦ ἀφροῦ, ὑπό τῶν παλαιῶν ἐκείνων Ἑλλήνων προσηγορεύετο!!! Πολλαί δέ ἐν ἐκείνῳ τῷ χρόνῳ αὐτάρκεις πόλεις κείμεναι κατά τήν πᾶσαν νῆσον ἦσαν, καλούμεναι Βασίλεια, ὡς ἡ Σαλαμίς, τό Κίτιον, ἡ Λάπηθος καί πολλαί ἄλλαι. Πρός τούτοις, ἐκείνους τούς Ἕλληνας ἐξεγίνετο μετέχειν κρίσεως καί ἀρχῆς καί οὔτως ἐξῆν αὐτοῖς παιδείαν ἀρίστην τε καί νόμους τιθέναι δημοκρατικούς ὥσπερ ἐξεγίνετο καί ἐν Ἀθήναις. Ὁμολογεῖται δε τούς Κυπρίους πρός τούτοις καί γραφήν ἐκ τῶν πρώτων εὑρηκέναι τέ καί γεγραφέναι πολλά τέ καί καλά ὑπέρ τῆς πατρίδος αὐτῶν!!! Καί μήν αὐτούς τάς τέχνας τέ καί ἐπιστήμας μελετώντας ὑπέρ αὐτῶν ἐξηργάσαντο τήν ἀνδριαντοποιίαν, ζωγραφικήν, φιλοσοφίαν καί ἄλλα λοιπά!!! Μάλιστα δέ ἐκεῖνοι οἱ Κύπριοι, τοῖς Ἑλληνικοῖς θεοῖς ἐπεπιστεύκεσαν, οἶον ὑπό τῶν νῦν Ἐθνική Θρησκεία καλεῖται, τάδε: Τόν μέν Δίαν εἶναι ἀεί πατέρα ἀνδρῶν τέ καί θεῶν τέ ἀπάντων, τούς δέ λοιπούς τῶν θεῶν ὑπ´ αὐτῷ τῷ Διί εἶναι, ἐνόμιζον. 

Κύπρος, φίλοι, Ἑλλάδι συνέσπετο τόν ἀεί ἔμπροσθεν χρόνον. Ὁσάκις οὖν Ἑλλάς ἡλίσκετο εἰς πολεμίους, ἡλίσκετο ἀδιαίρετος καί ἡ Κύπρος!!! Ὅτε οὖν ἡ Ἑλλάς εἰς Χριστιανισμόν ἑάλω, ὡσαύτως καί ἡ Κύπρος ἑάλω τέ καί ἐτρέπετο ὁμοῦ μετά τῆς Ἑλλάδος ἐπί τόν Χριστιανισμόν!!! Ὕστερότερον δέ καί ἀφ´ ὅτου Ἑλλάς ἑάλω εἰς Τούρκους ἐν τοιαύταις συμφοραῖς ἀκριβῶς περιέπεσε καί ἡ Κύπρος ὥσπερ καί ἡ Ἑλλάς!!! Πολύν καί οὔκ ὁλίγον χρόνον, φίλοι, Ἑλλάδαν τε καί Κύπρον Τούρκοι ἐδουλώσαντο!!! Ἀμφί τούς τετρακοσίους χρόνους ἐνιαυτῶν, φίλοι Ἕλληνες, ὑπό τοῖς Τούρκοις ἦμεν, ἦ τοι ἀπό τοῦ 1453 ἐν ᾦ ἡ Πόλις ἑάλω εἰς Τούρκους ἄχρι τοῦ ἔτους 1821 ἐν ᾦ ἡ Ἑλλάς ἠλευθέρωται!!!!! Ὅτε δέ ἡ Ἑλλάς μέτοχος τῆς Εὐρωπαϊκῆς ζώνης ἐγένετο, οὐ πολύν χρόνον ὕστερον καί η Κύπρος ὡσαύτως ἐγένετο!!! 
Εὖ ἴστε, φίλοι, ὅτι ἦν ποτέ χρόνος ἐν ᾧ  ἡ Ἑλλάς ὑπό τινῶν στρατιωτικῶν δεινῶς ἐτυραννήθη ᾔ τοι ἀπό τοῦ 1967 ἄχρι τοῦ 1974!!! Ἐν τούτῳ τῷ χρόνῳ, αἰτίας δοθείσης ὑπό τῶν τυράννων στρατιωτικῶν, ἔδοξε τοῖς Τούρκοις καιρός εἶναι στρατιάν εἰσβαλεῖν εἰς Κύπρον καί μέγα χῶρον τῆς νήσου, ἀμφί τό τριάκοντα ἐπί τοῖς ἑκατόν τῆς χθονός, ἑαυτῶν βίᾳ ποιῆσαι, ὅπερ καί ἐγένετο!!!! Ἐκ τοῦ τότε χρόνου ἡ Ἑλλάς ἔτι καί νῦν, ἔπεσιν τέ καί νόμοις πειρᾶται πρός πᾶσαν ἀρχήν, μάλιστα δε πρός τόν ΟΗΕ, ἐπικουρεῖν Κύπρῳ, αὖ αἰτοῦσα πάλιν ἐνιαίαν τέ καί αὐτόνομη αὐτίκα τήν Κύπρον γενέσθαι ὥσπερ καί τό πρότερον τῆς εἰσβολῆς!!!  Τῆσδε καί Κυπριακόν Πρόβλημα ἐκλήθην. Καί ὡς ἀληθῶς, φίλοι, εἰ καί πολλάκις ἐπίλυσις τοῦ Κυπριακοῦ προβλήματος ἐφαίνετο ἐγγύς τοῖς πᾶσιν εἶναι, οὔποτε οἶον τε ἐγένετο ἐπιλυθῆναι τοῦτο ἐν ἐσχάτῃ στιγμῇ χρόνου!!!!
Πρό ὁλίγου χρόνου ἠγγέλθη ἡμῖν ὅτι ἔδοξεν Ἀμερικανοῖς τε καί Εὐρωπαίοις πειράσασθαι αὖ πάλιν ἐξευρεῖν διά νέας σπονδῆς τήν ἐπίλυσιν τοῦ Κυπριακοῦ, συνελθοῦσι εἰς Ἐλβετίαν πρός τοῦτο. Οὔτως ἀναγκαῖον δοκεῖ μοι εἶναι τούς Ἕλληνας τέ καί Κυπρίους μετέχειν ἐπιμελῶς τοῦ διαπραγματεύεσθαι τήν συνθήκην πρός Τούρκους, ἥκοντας πρός τοῦτο εἰς Ἐλβετίαν. Χρή δέ ἡμᾶς ὁμοφρονέοντας περί πλείστου ποιεῖσθαι συνθήκην ἐγγύη τῶν δικαίων τε καί ἱερῶν τοῦ Ἑλληνικοῦ γένους!!!  Μέγιστα ἀγαθά ὑπουργοῦσι τῇ Πατρίδι ἔξεστι νῦν ἡμῖν περαίνειν τό καλούμενο Κυπριακό Πρόβλημα διά παντός τοῦ χρόνου!! 
Ἐκ τῆς ψυχῆς εὔχομαι τοῖς θεοῖς λύσιν δικαίαν τε καί εὖ διδόναι τοῖς πᾶσιν τό λοιπόν!!!
Καιρός ἐστίν!!! 

Γένοιτο!!!

Χαίρετε

Εὐμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top