Πόθεν μαθόντες τοῦτο ποιεῖτε, ὦ θαυμάσιοι ἄνθρωποι!!! Κυριακή τῆς Ἀπόκρεω καί ὑμῶν οἱ πλεῖστοι ἡγεῖσθε χρῆναι περιττῶς τε καί ἀηθῶς παραλλάτεσθαι ταύτῃ τῇ ἡμέρᾳ, ὥστε μή οἶον τε ᾖ ὑπ´οὐδενός ὑμᾶς ἀναγνωρισθῆναι. Ἐπί τούτῳ δε χρώμενοι περιέργοις ἱματίοις τε καί ὑποδέσει, ἀηθῶς κεκαρμένοι, δακτυλίους πολλούς φοροῦντες, προσωπίδας φέροντες τε καί χριόμενοι τήν κόμην, μεθύοντες τε καί παραλαλοῦντες, αἰσχρῶς τε καί ἀνοήτως ὑμεῖς λέγετε τοῖς ἐντυγχάνουσιν. Ἔστι δε τισίν ὑμῶν ρόπαλα τύπτειν ἀνθρώπους ἐπί γέλωτι!!! Καί λογικόν τοι ὡς ἔπος εἰπεῖν, οὐδέν ποιεῖτε. Οὐδόλως δε δῆλον ἐμοί ἐστίν ἴνα τί γένηται ποιεῖτε τοῦτο πλήν ἴσως τοῦ Διονύσου οἴεσθε καλόν τε καί θεμιτόν εἶναι ἑορτάζειν ἑορτήν ἤ πλήν ἴσως τινές ὑμῶν ἐπλανήθησαν ὑπο ἐπιτηδείων πρός τοῦτο.
Ἐν δε ταῖς τῶν μεγάλων πόλεων ὁδοῖς, μεσταί ξένων οὐσῶν ἐκ της ἁπάσης τῆς οἰκουμένης, οἱ καλούμενοι οἰνοπόται καρναβαλισταί (Διονυσιασταί) εἰς λαμπροτάτους ἀγώνας ἀφίκονται παρελαύνοντες ἐφ´ ἁρμάτων, ἄδοντες καί παρακελευόμενοι τοῖς θεαταῖς μετεῖναι τῆς καρναβαλικῆς ἑορτῆς. Οἱ δε πολῖται ὁρῶντες αὐτούς ἅμα μέν κροτοῦσιν ἁμα δε βοῶσιν ὑπέρ αὐτῶν. Πρός δε τούτοις πολλά κρέα πάντες ἐσθίοντες τε καί οἶνον πολύν πίνοντες καί καπνίζοντες, ὥσπερ αἱ ἄγριαι φυλαί τῆς Αφρικῆς, τήν ἑορτήν ἄγουσιν κατά πᾶσαν τήν ἡμέραν τε καί νύκταν. Ταῦτα δε ὁρᾶτε καί αὐτοί, φίλτατοι, καθ´ ἕκαστον ἔτος τηλεοράσει ἐπί πᾶσαν τήν οἰκουμένην γενόμενα ὡς εἰς Ρίον τῆς Βραζιλίας, Πάτρα τῆς Ἑλλάδος, Βενετίαν τῆς Ἰταλίας καί ἄλλοθι. Ἐπί δε τῆς ἡμετέρας πόλεως, τῶν Ἀθηνῶν, οὐδέν ἔχω τοιοῦτον κακηγορεῖν πλήν καθ´ ὅσον μικράς τινάς παρελάσεις τε καί ἑορτάς καρναβαλιστῶν. 
Αὐτά ταῦτα τά ὑπ´ ἐμοῦ λεχθέντα, οἶμαι, ἱκανά ἐστί περί τούς καρναβαλιστάς. Οὐ γάρ δύναμαι, φίλοι, διά τόν μικρόν χρόνον ἅπαντα τά περί τούς καρναβαλιστάς περιλαβεῖν ἀκριβῶς, πλήν ὅτι περίεργον ἐστίν, ὅπερ καί ἐποίησα. 
Ἀλλά, φίλοι, ἑάσατε νῦν τούς καρναβαλιστάς καί αὐτό τοῦτο νῦν χρή σκοπεῖν. Εἰ δίκαιον ἐστίν σφάττειν τά ζῷα ἀνηλεῶς!!! Ἴθι δή ἐξετάσωμεν τοῦτο. Τί ὡς ἀληθῶς ἐστί ἡμῖν τό σημαινόμενον διά τῆς ἀπόκρεω καί τί χρή ἡμᾶς ποιεῖν; Τῇ Ἀπόκρεῳ, φίλοι, σημαίνεται ὅτι χρή ἡμᾶς ἀπέχεσθαι τῆς κρεοφαγίας!!! Μή ἐσθίειν κρέα, φίλτατοι!! Μή σφάττειν ἀλλά φιλεῖν τά ζῷα!!!!!  Οὐκοῦν τοῦτο ἐστίν τό σημαινόμενον;
Βαρβάρων γάρ δεινόν ἔθος δοκεῖ μοι τοῦτο εἶναι, τό σφάττειν τε καί ἀνασκολπίζειν ἀμνούς, τό γεύεσθαι κρέα τε καί αἷμα, οἴνῳ μεθύοντες καί τε ἄδοντες καί ὀρχούμενοι ὥσπερ οἱ βάρβαροι ποιοῦσιν !!! Οὔκ ἐξῆν, φίλοι, τοῖς προγόνοις ἡμῶν νόμῳ κατασφάττειν ἀνηλεῶς τε καί ἐσθίειν ἀμνούς καί ἐρίφεια μήπω γενόμενα ἐνός ἔτους. Ἤ οὔκ ᾔσθησθε ὑμεῖς τοῦτο ἀεί γενόμενον ἐν Ἑλλάδι; Ἀμνούς τε καί ἐρίφεια ὁλίγων μηνῶν σφάττοντες οἱ πλεῖστοι τῶν Ἑλλήνων ἀσμένως ἐσθίουσιν αὐτά ὥσπερ οἱ βάρβαροι!!!!
Ἐρωτώμενος δε ποτέ κρεοφάγος τις ὑπ´ ἐμοῦ "οὐκ αἰσχύνῃ ἐσθίειν τά ζῷα;"  ἀντέλεξεν "Εἶεν, ἀλλά πῶς ποιῶ ἔγωγε;". Πῶς ποιεῖς; Νῦν δή ἄμεινον, φίλτατε, ἄν μάθοις τοῦτο εἰ τούς καρπούς μόνον πλήν οὐ τά ζῷα ἐσθίεις τό λοιπόν. Οὐχ ὅσιον ἐστίν ἡμῖν μή οὐ φιλεῖν τά ζῷα!!! 
Εὔχομαι ὑμᾶς, φίλτατοι, εὐτυχῆσαι καί ἀπεχόμενοι τῆς κρεοφαγίας διατελοῖτε ἐπί πολύν χρόνον μάλιστα δε τῆς ἀπόκρεω!!! 

Χαίρετε 


Εὐμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top