Ἰσοκράτης: "Ἐγώ πολλούς οἶδα διά τόν πόλεμον μεγάλην εὐδαιμονίαν κτησαμένους..."

Εὖ γάρ ἴστε, φίλτατοι, ὅτι Ἀμερικανοί, ἰδόντες τούς ἔν Συρίᾳ ἀμάχους ἀποθανουμένους φαρμακόεσιν ἀερίοις, ἀπροσδοκήτως ἔβαλον ἐννέα καί πεντήκοντα(59) πυραύλοις τήν Συρίαν τῇ προτεραίᾳ ἐβδομάδι, ἐκδίκησιν ποιοῦντες τοῖς ἀποθανουμένοις. 
Ὡσαύτως οὕτως οἱ τοῦ ISIS, χαλεπῶς φέροντες τοῖς πυραύλοις τε καί ἐκδικήσεως ἀντιποιούμενοι, ἱσχυροτάτας βόμβας ἔθεσαν Αἰγύπτῳ ἐς δύο τῶν χριστιανικῶν νεών πληθόντων πιστῶν τῶν Βαΐων ἕνεκεν.
Οὕτως, φίλτατοι, τῶν Χριστιανῶν τε ἑπτά καί τεσσαράκοντα ἀπωλέσθησαν κακόν μόρον καί πεντήκοντα καί ἑκατόν δεινῶς βόμβαις ἐτρώθησαν!!!  Πρός τούτοις ἔσω τῶν νεών ἅπαντα παντελῶς κατεστρέφθησαν ὑπό τῶν βομβῶν!!! 
Ἄρτι δε τάς εὐθύνας τάς τῶν βομβῶν τόν ISIS ἀναλαβέσθαι τῷ πρακτορείῳ Amaq εἴρηται. 
Μέμνημαι δε ὅτι οὐ πολλῷ χρόνῳ πρότερον, πάλιν ἐπιθέσεως γενομένης τοῖς χριστιανοῖς ὑπό τοῦ ISIS ἐν τῷ μείζονι νεῴ τοῦ Καΐρου, ἀπωλέσθησαν πέντε καί εἴκοσι τῶν χριστιανῶν, τῶν δε νεκρῶν μεταξύ γυναῖκες τε καί παῖδες!!
Τῶν Ἑλλήνων οὐκ ἐστι οὐδείς ὅστις τέτρωται τῆς ἐπιθέσεως, εἴρηται τῷ προξένῳ ὀνόματι Ἐμμανουήλ Κακαβελάκης.
Εὖ γάρ ἴστε, φίλτατοι, ὅτι τῷ ISIS παρεσκεύαστο ἰκανόν εἶναι ποιεῖν ἐπιθέσεις βόμβαις κατά πᾶσαν τήν Δύσην!!! Ἀναίσχυντον, κτηνώδην καί ἄξιον ἀποστροφῆς τόν ISIS ὁμολογεῖται εἶναι καί οὐδέν ἐμποδών ἐστί τῷ ISIS κρατεῖν τῆς γῆς, ὅπου ἄν βούληται !!! Δοκεῖ δέ οὐκ εἶναι σωτηρία τοῖς Χριστιανοῖς μή νικῆσαι τόν ISIS.
 Ἐμοί δε δοκεῖ μεγάλη ἀλογία εἶναι ἀλλήλοις, τοῖς Χριστιανοῖς τε καί Μουσουλμάνοις!!! Μισοῦντες ἀλλήλους γίγνονται ἐκ παίδων καί οὔτως εἰρήνην ἄγειν οὐ βούλονται τό παράπαν. Τῆς ἀλογίας δε ταύτης ἕνεκεν κίνδυνος ἐστί πολλούς τῶν ἀνθρώπων ἀπόλλυσθαι εἰς τ´ ἐγγύς μέλλον!!!  
Χρή ἡμᾶς, φίλτατοι, φυλάττεσθαι τε καί ἀπέχεσθαι κατά τό δυνατόν τῶν νεών, σταδίων ἀθλητικῶν καί παντός ἄλλου λαοφορείου ὀχήματος ὥσπερ τό μετρό. 


Χαίρετε



Εὐμήχανος.  

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top