Δεινόν καί ἀκοῦσαι, ὦ Ἕλληνες ἐνδόξων πατέρων ἀγλαά τέκνα. Δεινή τε ὀργή καί ἀγανάκτησις ἐστι τοῖς Ἕλλησιν ὅτι τῶν ἐν Δάφνῃ ἐνοικούντων τις, ἔτη γεγονώς 52, δόλῳ τε χρώμενος καί διαβολῇ, εἰς τήν οἰκίαν, τήν αὑτοῦ, λαβών κόρην τινά εἴκοσι ἔτη γεγονυῖαν, οὔκ αἰσχυνόμενος βίᾳ ἐβίαζεν αὐτήν!!! 
Ἡ δυστυχής κόρη, ἡμέρας ἑπτά τινάς, οὕτω πολλάκις ἅμα μέν βίᾳ ἐβιάζετο ἔτι δε ἐκακοποιεῖτο κινδυνεύουσα περί τοῦ σώματος, ἐν δεσμοῖς οὖσα ὑπό τούτου, τοῦ ἀθλίου θηρίου!! 
Ἐς τοσοῦτο δε παραφροσύνης ἀφίκετο οὗτος ὁ βιαστής, ἀπολιπών θεούς τε καί ἡθικήν, τά αἴσχιστα βίᾳ ποιῶν τῇ κόρῃ καθ´ ἑκάστην τήν ἡμέραν ἕως ἀφίκετο οἴκοι ἀστυνομία συλλαβοῦσα αὐτόν ὡς δικασόμενον!!! 
Καί οὔκ ἔστι τῶν Ἐλλήνων οὐδείς ὅστις οὐκ ἀγανακτεῖ ἐνθυμούμενος τοῦ αἰσχροῦ τούτου ἔργου ὅ οὐ μόνον παράνομον ἀλλά καί ἀνόσιον τό παράπαν ἐστίν. 
Δοκεῖ μοι χρῆναι τούς δικαστάς, τούς τά δίκαια νόμῳ ψηφίζοντας, ἐπιμελεῖσθαι τούτου τοῦ ἀνοσιουργήματος, ὅπως μήποτε τοιοῦτοι, ὥσπερ ὁ βιαστής, ἔσονται οἱ πολῖται ἀπείργοντας αὐτούς φόβῳ μετέχειν τοιοῦτων αἰσχρῶν ἔργων τοῦ λοιποῦ.
Πολλοί γάρ τῶν Ἕλλήνων οἴονται τόν βιαστήν πολλῶν θανάτων ἄξιον εἶναι!!! Ὡς καί παλαιότερον μοι εἴρηται, βοηθητέον ἡμῖν εἶναι ταῖς γυναιξίν!!! 


Εὐμήχανος.  

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top