Στίβεν Χόκινγκ: Ἐς τόπον πόρρω τῆς γῆς εὐθύς ἀποικίας ποιεῖσθαι ὅπουπερ ἄν οἷον τε ᾖ δυνατόν!!!! Εἱμαρμένον ἐστίν!!! 

Οὐ μόνον κραυγή ἐν πολλῇ ἀγωνίᾳ ἔστησεν ἀλλά καί παράκλισις δραματική τοῦ Χόκινγκ τοῖς παρισταμένοις ἐγένετο τῇ προτεραίᾳ ἐς Τροντχάιμ τῆς Νορβηγίας, λέγοντος ὅτι πολλή ἀνάγκη εἴη τοῖς ἀνθρώποις ποιεῖσθαι ἀποικίας ἅμα ἐς Σελήνην τε καί Ἄρην ὡς μάλιστα τάχιστα, τῷ BBC εἴρηται!!!! 
Ὁ ἐπικλεής ἐπιστήμων, ὁ Χόκινγκ, ἔστιξε τοῖς ἀκουομένοις του ὅτι οὐ βέβαιος εἴη ἡ σωτηρία τοῦ ἀνθρωπείου ἐπί γῆς ἀμφί τοῦ 2050 γενομένου πέρα!!! Ἔτι δέ ἔφη ὅτι οὐ τῇ γῇ ἐνείη τρέφειν τούς ἀνθρώπους τοῦ μεγάλου πλήθους αὐτῶν ἕνεκεν!!! 
"Βέβαιος εἰμί ὅτι δεῖ τό ἀνθρώπειον τάχα ἀπολιπεῖν ἐκ τῆς γῆς" ἔφη. "Οὐκ ἔστι σωτηρία ἀνθρώποις ἐπί γῆς, μάλα κινδυνευούσης ἀνά πᾶσαν στιγμήν ἐξαίφνης τύπτεσθαι καί ἀπόλλυσθαι τό παράπαν ὑπό τινός ἐκ τῶν μυριάδων μεγάλων λίθων οὐρανόθι πλανωμένων τῆς γῆς πέριξ"!!!!!!!! 
Ἔτι δέ ἔφη, ὅτι ἀνθρώπειον καί δυνατόν τάχα οἷον τ´ ἔσται τινί ἐπί ἀκτῖνος ἡλίου ὀχουμένῳ ἐς πλανήτας γοργά ραδίως πορεύεσθαι μάλα μακράν τῆς γῆς!!!! 
Οὐκ ἔχω τί ἀντιπεῖν τῷ Χόκινγκ, φίλτατοι!! Εἰ καί φανερόν τοῖς πᾶσιν ἐστίν ὅτι τά μέλλοντα προγιγνώσκειν οὐ τῆς ἡμετέρας φύσεως ἐστιν, ὡς Ἰσοκράτης ἔφη, δοκεῖ μοι ὁ Χόκινγκ ὁρθῶς λέγειν!! 
Εἰ τοῦτο ὀρθῶς ἔχει καί ἀληθές ἐστίν, χρή τούς ἀρίστους τῶν ἐπιστημόνων τάχα βουλάς βουλεύειν περί τοῦ ἀποδημεῖν ἔξω τῆς γῆς!!!! Δεινόν ἄν εἴη εἰ τό ἐναντίον τούτου πράξαιμεν καί ἐναντιωθείημεν τῇ ἡμετέρᾳ σωτηρίᾳ.!!! Ἔοικεν, ἀνθρώπειον καί δυνατόν ἐστίν!!! 

Εὖ πράττειν καὶ σπουδαίως ζῆν, φίλτατοι. 

Εὐμήχανος.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top