Διοτίμα ἡ τῶν ὅλων στρατηγός!!! 

Τήν Διοτίμαν, φίλοι, τινές μοι πολλάκις διηγοῦντο, ὡς οὐκ ἦν ποτέ τῇ ἀληθείᾳ τό παλαιόν, ζῶσα τε καί οὖσα ἐν τοῖς τότε ἀνθρώποις!!! Ἐπεί πολλάκις ἐξεπληττόμην ἀκούων τοιούτους λόγους περί τῆς Διοτίμας, εἰς ζήτησιν τῆς ἀληθείας τῶν λόγων τούτων ἐτραπόμην. Ζητών οὖν καί διελθών τούς ἐν Συμποσίῳ λόγους, ἀλλά καί ἄλλους ἄλλοθι, αὐτίκα δῆλον μοι ἐγένετο ὅτι οὐκ ὀρθῶς οἱ λέγοντες ἀπεμνημόνευον μοι τούς γενομένους λόγους περί τῆς Διοτίμας ἐν Συμποσίῳ. Διοτίμα, οἶμαι νῦν σαφῶς ἔγωγε, οὐ μόνον ἦν ἐν τοῖς τότε ἀνθρώποις ἀλλά καί ἡ μεγίστη πάντων τῶν τότε φιλοσοφούντων ἐτύγχανε οὖσα, κάλλιστα λέγουσα παρά τούς ἄλλους φιλοσόφους τό παλαιόν!!! 
Ἆραγε, φίλτατοι, τίς ἄν ὡς ἀληθῶς ἦν ἡ Διοτίμα; Δαίμων μέγας ἤ οὐδέν πράγμα καί τίνα δύναμιν μαντικήν ἔχουσα; Πολλοῦ χρόνου ἤδη διελθόντος ἀπό τοῦ παλαιοῦ, φίλοι, ἤδιστα νῦν ἄν ὑμῖν πειράσομαι διελθεῖν ἐν κεφαλαίῳ τούς λόγους οὗς Διοτίμα διδάσκουσα ἐτύγχανε τοῖς τότε ἀνθρώποις. 
Ἀναλάβωμεν οὖν ἐξ ἀρχῆς τίς καί πόθεν ἡ Διοτίμα ἦν. Διοτίμα ἱέρεια ἦν, ἐκ Μαντινείας τό γένος, διδάσκαλος τοῦ Σωκράτους οὖσα περί τά ἐρωτικά τε καί τήν φιλοσοφίαν. Ἡ μετά Σωκράτους συνουσία, ἐγένετο ἐν Ἀθήναις ἀμφί τό 440, ὅτε ἡ Διοτίμα κληθεῖσα ἀφίκετο εἰς Ἀθήνας καί ἀναβολήν δέκα ἔτη ἐποίησεν τῆς τότε ἐπισήμου δημοσίας νόσου. Ἐν ἐκεῖνο τῷ χρόνῳ Σωκράτης ἦν ἀμφί τά τριάκοντα ἔτη γεγονώς. Ὁ Πλάτων, φίλοι, ἐν Συμποσίῳ οὐ μόνον ὑπερεπαινεῖ τήν Σωκράτους συνουσίαν τῇ Διοτίμᾳ, ἀλλά καί τήν Διοτίμα διαλεγομένη τῷ Σωκράτει!!! 
Ἴθι οὖν ἴδωμεν κατά περίληψιν τίς ἦν ὁ λόγος τῆς Διοτίμας ἐν τῷ Συμποσίῳ. Λέγει οὖν περίπου ἡ Διοτίμα: 

"Οὐδόλως ἀθάνατος ἡ ψυχή τῷ θνητῷ σώματι ἐστίν!!! Ἀποθνήσκει γάρ ὁμοῦ τῷ σώματι!!! 
Διὰ τῆς παιδογονίας δε το θνητὸν τῆς ἀθανασίας μετέχει, ἀθανασίαν ἑαυτῷ οὕτως εἰς τὸν ἔπειτα χρόνον ποριζόμενον!!! Τοῦτον οὖν τόν τρόπον τὸ ἀπιὸν σῶμα ἀεὶ καταλείπει ἕτερον νέον ἀντὶ τοῦ παλαιοῦ, οἷον αὐτὸ ἦν" !!!! 

Ταῦτ ̓ οὖν, ὦ φίλοι Ἕλληνες, ὅταν ἔγωγε ἀναγιγνώσκω, μάλα ἄγαμαι καὶ ἐπαινῶ τήν Διοτίμαν. Οὐκ ἔστι δε οὐδείς τῶν τότε φιλοσοφούντων ὅστις τοιοῦτον τί μέγα, ὅμοιον τούτῳ τῷ λόγῳ, ποτέ ἔλεξεν πλήν Διοτίμας!!!! Δοκεῖ δε μοι τοῦτο εἶναι ὅ οἱ νῦν ἐπιστήμονες καλοῦσιν DNA!!!! Τοῦτο το ὑπό τῆς Διοτίμας λεχθέν οἱ νῦν ἐπιστήμονες οἴονται τήν ἀρχήν εἶναι τοῦ DNA!!! Τί δήτα ἕτερον ἄλλο ἄν εἴη το DNA εἰ μή μόνον ἄρα τοῦτο ὅ Διοτίμα λέγει, ὅτι "τό παλαιούμενον σῶμα διά τῆς παιδογονίας καταλείπει ἕτερον νέον οἷον αὐτό ἦν"!!!
Καί τούτου ἕνεκεν γε ἡ Διοτίμα οἴομαι ὀρθῶς μήτηρ εἶναι ταύτης, τῆς ἐπιστήμης, τῆς τοῦ DNA!!! Αὕτη γάρ, ἡ Διοτίμα, πρώτη γε πάντων τῶν ἀνθρώπων ὁρθῶς ἐλογίσατο περί τούτου, ἐπί ὥμοις οὕτως ὅλην τήν φιλοσοφίαν φέρουσα ἄχρι τοῦ νῦν κάλλιον παρά παντός ἄλλου τῶν φιλοσόφων!!!! 
Τί ἆραγε τό ἀληθές αἴτιον ἦν ἕνεκεν οὗ οἱ τῆς Διοτίμας λόγοι ἄγνωτοι τυγχάνουσι ὅντες τό παράπαν κατά πᾶσαν τήν Ἑλλάδαν; Διά τίνος αἰτίας ἕνεκεν εἴρηται τοῖς Χριστιανοῖς ὅτι Διοτίμα οὔποτε ἦν ζῶσα ἐν τοῖς ἀνθρώποις; Εὖ γάρ ἴστε, φίλοι, ὅτι ράδιον ἐστί τινί κατανοῆσαι τό ἀληθές αἴτιον. Καί φανερόν, οἶμαι, ἐγένετο ὑμῖν διά τῶν παρόντων λόγων ὅτι τῇ Διοτίμᾳ οὔποτε εἴρηται ὅτι ἡ τοῦ θνητοῦ ψυχή ἀθάνατος τυγχάνει οὖσα ὥσπερ ἀκριβῶς ἔτι καί νῦν τοῦτο λέγεται ὑπό τῶν Χριστιανῶν!!! Δῆλον τοῖς πᾶσιν ὅτι οἱ τῆς Διοτίμας λόγοι ἐνάντιοι τοῖς Χριστιανοῖς εἰσίν!!! Ἴθι οὖν ἀναλάβωμεν πάλιν τούς λόγους. 
Διοτίμα: Οὐδενί τῶν θνητῶν ἡ ψυχή ἀθάνατος ἐστίν!!!. 
Χριστιανοί: Ἡ τῶν ἀνθρώπων ψυχή ἀθάνατος τυγχάνει οὖσα!!! 
Δῆλον ὅτι πάντα τά ἐναντία ἀλλήλοις λέγουσιν Χριστιανοί τε καί Διοτίμα!!! 
Τοῦτο, οἶμαι, ἐστί τό ἀληθές αἴτιον ὅτι ὄνομα ἀνώνυμον τε καί ἄδοξον ἡμῖν ἡ Διοτίμα ἐγένετο!!! 

Ἔξεστι νῦν καί χρή, φίλοι, ἡμᾶς φανερούς τοῖς πᾶσιν ποιῆσαι τούς Διοτίμας λόγους, ὥσπερ ἀκριβῶς καί οἱ τῶν ἀνδρῶν λόγοι ἐπίσημοι τοῖς πᾶσιν εἰσίν. 

Χαίρετε

Ευμήχανος.



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top