Ἡ τέχνη ἐπιτελεῖ ἅ ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, ἔλεγον οἱ ἡμῶν πρόγονοι, οἱ σοφοί!!! 

Ἄραγε φίλοι τό τί ποιοῦν τοῦτο τό ὅνομα, ρομπότ (Βρεττανικῶς "robot"), ἀποκαλοῦσιν οἱ ἄνθρωποι;  
Ὡς γε μοι δοκεῖ, τό μετά τέχνης καί σπουδῆς ἀπεργασθέν αὐτενεργόν μηχάνημα εἰς τό ἐργάζεσθαι ἀντί ἀνθρώπων, τοῦτο καλεῖται ρομπότ!!! 
Μέγα δε ἐστί τό πλῆθος τῶν ρομπότ τῶν ἐν τοῖς ἔργοις χρωμένων εἰς παραγωγήν. Ὡσαύτως ἐν τούτοις τοῖς τόποις, ἐν οἷς ἡ τῶν ὀχημάτων παραγωγή γίγνεται, ἀλλά καί ἄλλοθι ὡς ἡ τῶν ἠλεκτρονικῶν, τοῖς καλουμένοις ρομπότ ὡς ἐπί τό πλεῖστον χρῶνται ἀντί ἀνθρώπων πολλοῦ ἤδη χρόνου!!! 
Ὡς δε εἴρηται τοῖς εὖ ἐπισταμένοις τά ρομπότ πρός τούς ἀνθρώπους οὐ μόνον ἄμεινον ἀλλά καί πολύ ταχύτερον ποιοῦσι τάς ἐργασίας. 
Προιόντος δε τοῦ χρόνου ἀπό τοῦ παλαιοῦ, φίλοι, ταῦτα τά ρομπότ εἰς τοσοῦτο τῆς τέχνης ἤκοντο, ὥστε ἐν εἴδει ἀνθρώπου τήν μορφήν γίγνονται πλέον!!! Ἔτι δε ταῦτα ἴσασιν ὁμιλεῖν τε καί ἀκούειν τῶν ἀνθρώπων καί οἷον τε ἐστίν αὐτοῖς πάνυ καλῶς κατανοῆσαι τό ἑκάστοτε ἐρωτώμενον.
Οὕτως φίλτατοι προσφάτως ἀπεργασία τινός τοιούτου ρομπότ ἐγένετο ἐν εἴδει ἀνθρώπου εἰς τό πωλεῖν τε καί ἐργάζεσθαι, χάριν ἑνός τῶν καλουμένων MacDonald's εἰς τόν Φοίνικα (Phoenix) τῆς Ἀριζόνα. 
Πεντήκοντακις ταχυτέρα πρός τήν τοῦ ἀνθρώπου ἡ παραγωγή τούτων τῶν ρομπότ ἐστίν ἐν τῷδε MacDonald's, τῷ ἐν τῇ Ἀριζόνα, εἴρηται τοῖς εὖ εἰδόσιν!!! !!!!  
Ὡς ἔοικε, φίλοι, τά MacDonald's οὐδενί τῶν ἀνθρώπων χρήσονται τό λοιπόν ὡς ἐργασόμενον, εἰ μή μόνον ρομπότ!!! 
Οἶμαι, φίλοι, ὅτι οἱ κύριοι τῶν MacDonald's, οὐ δικαίως, περί χρημάτων τήν πᾶσαν σπουδήν ἔχουσιν ὅπως αὐτοῖς ὡς πλεῖστα ἔσονται, πράττοντες οὐδέν τῶν δεόντων ἐπικουρεῖν τοῖς ἀνθρώποις!!! Καί πῶς τοῖς ἀνθρώποις οἷον τε ἔσται ἐργάζεσθαι ἐπειδάν ρομπότ πάντες βούλωνται κτᾶσθαι ἀντί ἀνθρώπων; 
Εὖ γάρ ἴστε ὅτι τά MacDonald's ἐστίν κατά πᾶσαν τήν οἰκουμένην εἰς μυριάδας καί δῆλον τοῖς πᾶσι νῦν ὅτι ἐν ἅπασι τούτων τάχα τοῖς καλουμένοις ρομπότ χρήσονται μόνον εἰς τό ἐξυπηρετεῖν τοῖς ἀνθρώποις!!!  

Ἴδωμεν..... 

Εὐμήχανος 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top