Μακάριος ὅστις νοῦν ἔχει!!! 

Συχνόν λέγεται τό εἶδος τοῦ ἐκ πνιγμοῦ θανάτου εἶναι καθ´ ἕκαστον τό θέρος κατά τήν πᾶσαν Κρήτην, φίλαι τε καί φίλοι!!! Τοῖς εὖ εἰδόσι δε εἴρηται, ὅτι τό συχνότατον κατά πᾶσαν τήν Ἑλλάδα ἐστίν!! Τοῦτο δε οὐχ οἷον τε τινι νοεῖν καλῶς: Ὅταν θαλάσσιον ὕδωρ πνίγῃ, τί δεῖ τινά λούεσθαι μή ἐπιστάμενον νεῖν θαλάσσης;  Εὖ γάρ ἴστε ὅτι ἀποπνίγεται ὅστις μή τυγχάνει καλῶς ἐπιστάμενος νεῖν. Μή πως ἠλίθιος ἐστίν;;;
Τούτου δε ἕνεκεν χρή τούς λουομένους οὐ μόνον ἐπίστασθαι καλῶς χερσίν νεῖν ἀλλά καί τόν νοῦν ἔχειν μή ὁ αἰγιαλός κυματώδης αἴφνης τοῖς λουομένοις γένηται. Εἰδικῶς δε εἰ παιδία δεῖ λούεσθαι θαλάσσης, τούτῳ τόν νοῦν προσέχετε, εἰ ἐν ἀσφαλείᾳ λούεται, εἰ μή. 
Ἴσως ἄν τις ὑμῶν θαυμάσαι καί εἶποι ἵνα τί γένηται λέγω τοιαῦτα ὑμῖν. Ἔγωγε οὖν ἐρῶ ὑμῖν νῦν τό αἴτιον τῶν λεγομένων. 
Τό αἴτιο, φίλοι, ἐξ οὗ λέγω τοιαῦτα ὑμῖν, τό ἀνήκεστον συμβάν ἐστί, τό γενόμενον τῇ προτεραίᾳ ἐν τινί αἰγιαλῷ τοῦ Ρεθύμνου. Δύο θαλάσσιοι νεκροί, φίλοι, εἷς πατήρ τε καί μία μήτηρ!!!! Ἡ Καναβάκη Κατερίνα πέντε καί τριάκοντα ἔτη γεγονυῖα καί ὁ Στρατάκης Βενιζέλος ἠλικιώτης τῇ Κατερίνᾳ!!! Τί ἄρα τό αἴτιον τῶν θανάτων οἴεσθε εἶναι; Ὅτι ὡς ἀληθῶς οὐδέτερος αὐτῶν, οὐδέ ὁ Βενιζέλος οὐτε ἡ Κατερίνα, ἠπίστατο καλῶς νεῖν, μάλιστα δε κυματώδους θαλάσσης!!! Ἐγένετο δε τό ἀνήκεστον συμβάν οὕτως: 
Παῖδες δύο, εἷς ἄρρην τε καί μία θήλεια, οἶμαι ὁ ἄρρην τῆς Κατερίνας τε καί ἡ θήλεια τοῦ Βενιζέλου, νέοντες καί παίζοντες ἐτύγχανον ἐν ἀβαθεῖ ἐπιφανείᾳ ὕδατος αἰγιαλοῦ τινός, ὅτε ἐξαίφνης μάλα κυματώδης ἐγένετο ὁ αἰγιαλός καί ἐς ὀλίγον οἱ παῖδες ἀφίκοντο τοῦ πνιγῆναι!!! Παραυτίκα δε κινοῦντες ἅμα τάς χείρας τε καί τήν κεφαλήν, ὀξύ ἐβόων διασῴζεσθαι ἐκ τοῦ πνιγῆναι ὡς μάλιστα τάχιστα!! 
Αὐτίκα οὖν οἱ τοκείς, Βενιζέλος τε καί Κατερίνα, ἀκούσαντες τῶν παίδων βοώντων ἐς βοήθειαν, ἔδραμον ἐν ὀλίγῳ ἐμβαλλόμενοι ἑαυτούς θαλάσσῃ, μή ἐπιστάμενοι δε νεῖν τό παράπαν, καί ὡς εἰκός ἐστί ἀμφοτέρους αὐτῶν πνιγῆναι!!! Ὁ κύριος δε παρακειμένου ταβερνείου τινός, διέσωσε ἐκ τοῦ πνιγμοῦ ἀμφοτέρους τούς παίδας!! 
Θλίψη δε καί ὀδύνη κατά πᾶσαν τήν Κρήτην ἐγένετο οὐ τῶν θανάτων μόνον ἀλλά καί τῶν ζώντων παίδων ὅτι ὀρφανά τά μέν τοῦ πατρός, τα δε τῆς μητρός ἐγένοντο!!! 
Εἰκός ἐξ ὧν λέγω, φίλοι, οἶμαι σκεπτέον ἡμῖν καθ´ οἷον τρόπον οἱ παῖδες ἐν ἀσφαλείᾳ νέοντες διατελέσωσιν, ἵνα μή θρηνήσωμεν ἔτι πλείονας νεκρούς μάλιστα δε νέους, εἰς τόν λοιπόν χρόνον!!! 

Χαίρετε

Εὐμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top