Τά ἐν τῇ Ἱσπανίᾳ γενόμενα!!! 

Πλείη γαῖα κακῶν, φίλοι, ὡς ὁ Ἡσίοδος ἔφην!! 

Ἱσπανία οὐκ ἔστι, φίλοι, πρωτόπειρος τῆς κακοπαθήσεως ὑπό τοῦ Ι.Κ!! Οὐ πολλά ἔτη πάλαι, ἐν ἔτει 2004, τό Ι.Κ  ἀπέκτεινεν βόμβαις 191 τῶν ἐπιβαινόντων τῶν τρένων ἐν Μαδρίτῃ, τρομέον οὕτω τούς ἐνοικούντας τῇ πόλει. Νῦν δε ἐν Βαρκελώνῃ μέτοχος τις τοῦ Ι.Κ, ἔτη γεγονώς ἀμφί τά εἴκοσι, ἐλαύνων αὐτοκίνητον ὄχημα van λευκόν τό εἶδος, βίᾳ ἐπέπεσεν τοῖς ἀνθρώποις ἐν τῇ ἀγορᾷ ἀποκτείνων τε καί τιτρώσκων πολλούς!!! Τί ἄρα ἐστί τό αἴτιον τούτων, τῶν δεινῶν τε καί θανατηφόρων πράξεων; Ὡς τῷ Ι.Κ εἴρηται παλαιόθεν, πολλαί τῶν Εὐρωπαϊκῶν χωρῶν ὀλωλέκασιν βόμβαις πολλούς τῶν Μουσουλμάνων, ἀποκτείνουσαι οὐ μόνον παῖδας τε καί γυναῖκας ἀλλά καί ὀλλῦσαι πόλεις ὀλοκλήρους Μουσουλμανικάς ἐν τῷ πρόσθεν!!! 
Μία δε τῶν Εὐρωπαϊκῶν χωρῶν τούτων καί ἡ Ἱσπανία ἐστίν, ἥ μέτοχος τῶν ἐπιθέσεων οὖσα ἐπί τῷ Ἰράκ ἀπέκτεινε πολλούς τῶν Μουσουλμάνων κατά τόν τοῦ Ἰράκ πόλεμον. Ἐκ τούτου δε τό Ι.Κ δίκαιον οἴεται εἶναι ἀντιποιεῖν ταῦτα τοῖς Ἱσπανοῖς!! 
Ὁ γεγονώς τῶν νεκρῶν ἀριθμός ἐν Βαρκελώνῃ; Ὡς εὖ ἴστε, τρεῖς καί δέκα τῶν Ἰσπανῶν ἀπέθανον καί δεκάδες ἐτρώθησαν μεταξύ δέ αὐτῶν πολλοί παῖδες τε καί γυναῖκες !!!! 
Ὡς ἔοικε φίλοι, οὐ δήπου μεστόν γέγονε τό Ἰσλαμικόν Κράτος ἀποκτεῖνον, πολλήν ἔχον οἶμαι ἀπέχθειαν πρός πάντας τῶν Εὐρωπαίων!!  Εἰς τοσοῦτο δε ἥκει τῆς ἀπεχθείας ὥστε οὐδέ ἐκεχειρία ἐπί ὀλίγον βούλεται γενέσθαι πρός τήν Εὐρώπην!!!  Καλῶς δε παρασκευασμένον ἀεί διατελεῖ ἀναμένον ἠρέμα μέχρι τοσούτου ὅποτε καιρός ἀποκτείνειν τε καί τρομάζειν βόμβαις τούς Εὐρωπαίους ἐστίν. 
Ὁ τρόμος ἔτι γε αὖ ἤρξατο μέγας γίγνεσθαι κατά τήν Εὐρώπην, φίλαι τε καί φίλοι, μεγάλου φόβου πλέῳ πάντες διατελοῦντες!!!! 

Οἱ Θεοί εἰρήνην δοῖεν τῇ Εὐρώπῃ. 

Γένοιτο...


Εὐμήχανος

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top