Κακόν τό μή ἔχειν ..πυρηνικά!!! 


Ὁ μέν Κίμ Γιόνγκ αὖ πάλιν ῥιπτόμενον πύραυλον ἐξαίφνης ἔβαλεν τῆς νυκτός, ὁ δέ Τράμπ πάλιν λόγους κενούς ἔλεξεν!! 

Διά τῆς Βορείας Ἰαπωνίας ὕπερθεν ἐγένετο ῥιπτόμενος πύραυλος τις ὅς ὑπό τοῦ Κίμ Γιόγκ ἐβλήθη ὁλίγων ὡρῶν τοῦ νῦν πρό, τῆς νυκτός!!! Ὁ πύραυλος ἀπό τῆς Βορείας Κορέας διά μακροῦ πετόμενος εἰς τόν ἐπέκεινα τῆς Ἰαπωνίας χῶρον ἔπεσεν, ὡς ἀμφί τά 1200 χιλιόμετρα τό σύνολον, εἰς μέγα φόβον βαλών τούς ἐνοικοῦντας τῇ Βορείᾳ Ἰαπωνίᾳ!!! 

Κίμ Γιόνγκ: "Πολλοί πύραυλοι τάχα ἴσως ἤξουσι πετόμενοι πανταχοῦ εἰς ΗΠΑ!!"

Τράμπ: "Πιθανόν ἡμᾶς ἐναντίον ἱέναι τῆς Κορέας καί μάχην μάχεσθαι ἐναντίον αὐτῆς. Ἀναμένω ἕως ἄν τό τοῦ ΟΗΕ συμβούλιον ἀποφήνῃ τόν Κίμ Γιόγκ ἔνοχον"!!! 

Ὁρᾶτε, φίλοι, τήν τοῦ Κίμ Γιόγκ ἰσχύν ὁπόση ἐστίν; Ὑπό οὐδενός φοβεῖται, οὐδέ ὑπό θανάτου!!!

Ἐγώ δε ὁμολογῶ νῦν οὔχ οἷος τε εἰμί προνοεῖν τί ἀκριβῶς μέλλει γενέσθαι τῆς ἔχθρας αὐτῆς ἕνεκεν. Ἴσως ἄν ὁ καλούμενος ..τρίτος οἰκουμενικός πόλεμος!!! 

Ἀπεύχομαι δέ τοῦτο μήποτε γενέσθαι!!!

Εὐμήχανος  

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top