Καρύων ὥρα!!! 
Ἤκει ἤδη ἡ τοῦ ἐνιαυτοῦ ὥρα, φίλοι, ἐν ᾗ οἱ ἄνθρωποι κάρυα συλλέγουσι. Κύριος ἔγωγε εἰμί καρύας τινός ἐν χωρίῳ, ὀνόματι Ὅριον. Ὅριον ἐστί χωρίον ἐν δεξιᾷ πορευομένῳ εἰς Εὐβοίας Κύμην. Οὕτως ἔδοξε μοι ἐξ ἑωθινοῦ, αἰθρίας τε καί εὐδίας οὔσης τῆς ἡμέρας, κάρυα Εὐβοϊκά συλλέξαι δι' ἐμαυτόν εἰς θυλάκια. Ἡ καρύα μεγάλη ἐστί τό μέγεθος παρέχουσα ἡμῖν ὑπέρ τά τριάκοντα κιλά κατ' ἐνιαυτόν.
Ἀκούω δέ ἐγώ πολλῶν ὡς τόσον τό κάρυον, ὅσον καί τό καρυέλαιον ὑγεία ἐστί τῆς καρδιαλγίας τε καί ἄλλων νόσων. Ἔτι δέ ἀκούω ὡς ἀπό τοῦ παλαιοῦ οἱ ἄνθρωποι χρῶνται καρύῳ τέ καί καρυελαίῳ εἰς φάρμακα καρδιαλγίας!!!! 
Λέγεται δέ ἔτι ὡς ἀπό τοῦ φλοιοῦ τῶν καρύων αἱ νῆες ἐχρίοντο ἵνα ἔτι πλέον ἀντίσχωσι τῇ θαλάττῃ. 
Τούτου δε ἕνεκεν ὑπ' ἐμοῦ μάλα φιλεῖται ἐσθίειν ὀλίγα κάρυα καθ' ἑκάστην!!! 
Πρός ἄστυ, φίλοι, ὁρμησόμεθα ἀπό τοῦ Ὀρίου ἐς αὔριον τῆς ἐσπέρας... 

Εὐμήχανος

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top