Ἀκούω πολλῶν, μάλιστα δε πρεσβυτέρων, ὡς Ρωμιούς προσήκει ἡμῖν καλεῖσθαι μᾶλλον ἤ Ἕλληνας καί τούτου ἕνεκεν ἐμνήσθην τοῦ Παλαμᾶ ὅς εἰς τοσοῦτον ἐπιβουλίας ἀφιγμένος ἦν περί τοῦ Ἑλλάδος ὀνόματος ὥστε ὑπέρ Ρωμιῶν τε καί Ρωμιοσύνης ἐτύγχανε ὑπομνήματα γράφων εἰς ἐφημερίδας καθ' ἑκάστην. Τούτων δέ τῶν λόγων ἐμνήσθην τε καί λέγω ὑμῖν ἵνα γνωρίσητε τόν Παλαμᾶν ὅστις μωρολόγος ἦν.
 Ἀκούσατε τοίνυν τοῦ Παλαμᾶ:

"Λέγετε μέν τοῖς ἄλλοις ὡς Ἕλληνες ἐσμέν, τέφραν  ἐπί  τούς φθαλμούς, ἀλλά Ρωμιούς δεῖ ὑμᾶς ὡς ἀληθῶς αἰσθέσθαι τό παράπαν!!! Ἠμεῖς γάρ Ρωμιοί τό γένος ἐσμέν!!! "

Κατάδηλον οὖν ἐστί ἐκ ταύτης τῆς ἀγγελίας ὅτι οὗτος, ὁ Παλαμᾶς, οὐκ ἐβούλετο ἡμᾶς καλεῖσθαι Ἕλληνας ἀλλά Ρωμιούς!!! Ἐμοί δε δοκοῦσιν ταῦτα πολλήν αἰσχύνην εἶναι λέγειν μή ὅτι γέ καί πράττειν ταῦτα!!!
Ἐν ἐκείνῳ δε τῷ χρόνῳ ἐν ᾧ ἡ πᾶσα Ἑλλάς ἐτύγχανε πολεμοῦσα τοῖς Τούρκοις ὡς ἐλευθερωθησομένη, οὐχ ὁμοίως Κοραῆς πεποίηκεν καί Παλαμᾶς!! Κάλλιστον ἔργον ἐπιχειρήσας ὁ Κοραῆς, δίκαιον ὅνομα εὗρε τέ καί ἔθηκεν ἡμῖν, ὅ κεῖται ἡμῖν ἀπό τοῦ τότε ἄχρι τοῦ νῦν!!! Οὕτως ἀπό τοῦ Κοραῆ ἡ χώρᾳ ὠνόμασται Γραικία καί οἱ ἐνοικοῦντες τῇ χώρᾳ Γραικοί, εἰ καί ἐν ἔτει 1822 Ἕλληνες τε καί Ἑλλάς ἐγράφη!!! (Ἀγγλιστί Greeks τε καί Greece).
Εὖ ἴστε, φίλοι, ὅτι πάντες οἱ νῦν Γραικοί τῶν Χριστιανῶν ἐκλήθησαν. Τούτου δέ ἕνεκεν οὔτε θρησκείᾳ, οὔτε ἔθεσι χρώμεθα τοῖς αὐτοῖς ἡμεῖς τε καί οἱ ἡμέτεροι πρόγονοι, οἱ Ἕλληνες. Ὁτι δέ νόμος οὐκ ἐᾶ ἡμᾶς ἐπανιέναι εἰς τά ἔθη τῶν προγόνων ἡμῶν, ἀνάγκη ἐστί  τοῖς βουλομένοις φυλάττεσθαι!!! Κακά γάρ νοοῦσι τοῖς ἀρχαίοις Ἕλλησιν οἱ Χριστιανοί. 
Εἰσί δέ πολλοί τῶν νῦν Ἑλλήνων οἵ πρός μέν τούς φιλοῦντας τήν ἀρχαίαν Ἑλλάδα, προσποιοῦνται ἐπιστήμονες εἶναι ἀμφί ἀρχαίους συγγραφεῖς μάλιστα δέ ἀμφί ἀρχαίαν θρησκείαν, πρός δε τούς Χριστιανούς ἐπαινοῦσιν τόν Χριστιανισμόν ἀμφί θρησκείαν τέ καί ἔθη!!! 
Ἀκούω δέ πολλούς διαβάλλειν μωρίαις τούς ἀρχαίους Ἕλληνας ὡς ἄρα εἰδωλολάτραι ἦσαν νομίζοντας τούς ἀνδριάντας θεούς εἶναι!!!  Οὗτοι οἱ ἄνθρωποι διπρόσωποι ἐκαλοῦντο τό παλαιόν διά τό ἄλλο ἄλλοτε λέγειν, ἀδικώτατοι καί ἀσεβέστατοι ὄντες τό παράπαν!! Ἔγωγε ἔμπειρος εἰμί τοιούτων Γραικῶν συνηντημένος πολλάκις αὐτοῖς ἐν συμποσίοις!!! 

Ἠμεῖς, φίλοι, Ἕλληνες τό γένος ἐσμέν, ἀγλαά τέκνα ἐνδόξων πατέρων!!! Χρώμεθα γάρ  γλώττῃ, ἐπιστήμαις, θεάτρῳ, τέχναις ὁμοίως τοῖς προγόνοις ἡμῶν καί οὐκ ἔστι οὐδείς ὅστις ποιήσῃ ἡμᾶς τήν δόξαν τῶν προγόνων ἀποβαλεῖν!! 
Ἠμῖν γάρ προσήκει νῦν ἐπιμελεῖσθαι τό σύνολον τῶν προγόνων ἡμῶν ὅπως ἄξιοι γόνοι αὐτῶν ἐσόμεθα εἰς τό λοιπόν. 
Δείξωμεν οὖν τοῖς πᾶσιν ὅτι οἷοι τε ἐσμέν ἐπίκουροι γενέσθαι τοῖς Ἕλλησιν. 

Εὐμήχανος 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top