Οὖσι τοῖς Ἕλλησιν ἐπινοητικώτατοι διαφερόντως τῶν ἄλλων ἀνθρώπων, πολλαί εὔρηνται τέχναι τε καί ἐπιστῆμαι ἐν τῷ τότε χρόνῳ. Διδασκαλεῖα δε στήσαντες καί τέχνας ἀγαγόντες εἰς μάθησιν, διδάσκαλοι πάσης τέχνης τοῖς ἀνθρώποις ἐγένοντο οἱ Ἕλληνες. 
Καί ὡς ἀληθῶς, φίλοι, οὐκ ἔστι τῶν νῦν τεχνῶν τε καί ἐπιστημῶν οὐδεμία ἥτις τυγχάνει οὖσα μή εὑρημένη ἀπό τοῦ παλαιοῦ!!! Τίνων ἄραγε τῶν τότε διδασκάλων χρή ἡμᾶς μεμνῆσθαι τό πρῶτον; Τῶν περί τήν φιλοσοφίαν; Τῶν ἀστρονομικῶν ὄντων; Τῶν ἰατρικῶν ἐκ τῶν πραγματειῶν τε καί συγγραμμάτων; Τῶν εἰς τά μαθηματικά καταγινομένων; Τίνων; Ἔοικε δε ὅτι Ἕλληνες ἐφευρήκασιν σοφῶς οὐ μόνον τέχνας τε καί ἐπιστήμας ἀλλά καί τάς διατριβάς τοῦ χρόνου, τάς περιστροφάς τῶν ἄστρων, τά οὐρανοῦ μέτρα καί πᾶν ὅτι ἄν ἄλλο τις λογίσηται ὥσπερ τό ἀλαφάβητον, τό ἀριθμεῖν, τό γράφειν, τό φιλοσοφικῶς λογίζεσθαι, τό δημοκρατικῶς καί ἐν δικαιοσύνῃ διαβιῶναι, τό μή κακοποιεῖν ἀνθρώπους ἀλλά φιλεῖν αὐτούς!!!! Οὕτως ὡς ἐν κεφαλαίῳ λέγω ὅτι μοι δοκεῖ οἱ Ἕλληνες  πατέρες τοῦ ὀρθῶς λογίζεσθαι εἶναι!!! Τήν ἰατρικήν δέ τέχνην νῦν διηγήσωμαι ὑμῖν ὅτι βελτίστη ἐστί πασῶν τῶν ἐπιστημῶν τοῖς ἀνθρώποις. 
Ὁμολογεῖται οὖν παρά πάντων Ἱπποκράτης πατήρ εἶναι τῆς ἐκ τῶν συγγραμμάτων ἰατρικῆς τέχνης. Διά τοῦτο δε, ἑκόντες ὀμνύουσιν τόν Ἰπποκράτην τό πρῶτον οἱ φοιτῶντες εἰς τά διδασκαλεῖα παρά τούς ἰατρικῆς διδασκάλους!!  
Ἰατρολογία δε γέγραπται Ἰπποκράτῃ περί τούς ἰατρικῆς χειροτέχνας , περί τά κρανίου καί ὀστῶν κατάγματα, περί τήν ἱεράν νόσον, περί τόπων καί ὑγιεινῆς τε καί ἄλλα. 
Ἔτι δε πλέον θεραπείας τε καί διαίτας συνέταξε τοῖς νοσοῦσιν καί ὄρκον μέγα τοῖς μέλλουσι ἱατρεύειν ὅπως ἀδωρότατοι ἀφανῶν χρημάτων ἱατρεύουσι καί μήποτε ἐπίορκοι ἔσονται πρός τούς θεούς!!  
Ἀπό τοῦ Ἰπποκράτου ἄχρι τοῦ νῦν ἡ ἰατρική, εἰς τό πρόσθεν ἀεί προϊοῦσα τέχνῃ τε καί Ἰπποκράτου παραινέσεσι εὔρηκε ὅπως ἰκανῶς θεραπεύειν βέλτιον τό πλῆθος τῶν νοσούντων ἀνθρώπων. Μάλιστα δε ἡ ἰατρική χρωμένη τῇ ἠλεκτρονικῇ τέχνῃ εὔρηκεν ὅπως οἱ ἰατροί ἰκανῶς προγνῶσι τούς μέλλοντας νοσεῖν ἀπείργοντες οὕτως τήν νόσον ἀπό τῶν ἀνθρώπων εἰς ἔγκαιρον χρόνον.  
Τῷ Ἰπποκράτου ἰατηρίῳ τε καί θεραπευτικαῖς διαίταις αὐτοῦ χρῶνται ἔτι καί νῦν ἐπί πᾶσαν τήν οἰκουμένην οἱ περί τήν ἰατρικήν. Μέγα τεκμήριον δε μοι τούτου τόδε, ὅτι Ἑλληνικοῖς ὀνόμασι πάντες χρῶνται περί τάς πλείστας τῶν νόσων τε καί θεραπευτικῶν φαρμάκων!!! 
Μέμνημαι δε ὅτι ὅτε ποτέ παρεγενόμην εἰς Ἄγκυραν Τουρκίας καί συνών τινί τῶν ἐκεῖ ἰατρῶν Ἑλληνιστί διελέχθημεν ἀλλήλοις περί τινά νόσον ὅτι ὁ Τοῦρκος, ἰατρός ὤν, ἡπίστατο Ἑλληνίζειν. Διά τοῦτο ἔγωγε μάλα ἄγαμαι καί ἐπαινῶ τόν Ἰπποκράτην πλείω πάντός ἄλλου ἰατροῦ!!! 
Φίλαι τε καί φίλοι, εἰ καί οἱ ἡμῶν πρόγονοι ἀγαθοί τε καί ὀξεῖς τόν νοῦν ἐτύγχανον ὄντες, πολλοῦ δεόμεθα ἡμεῖς, οἱ νῦν Ἕλληνες, ὅμοιοι ἐκείνοις γενέσθαι οὐδέν τῶν δεόντων πράττοντες. Εἰς τοσοῦτον δε ἀμαθίας ἤκομεν περί τούς προγόνους ἡμῶν ὥστε οὐδέ τά ὀνόματα αὐτῶν οἷον τε εἰδέναι καί εἰπεῖν, οὐδέ τά συνήθη ἔθη, οὐδέ τάς κατά δῆμον ἑορτάς τε καί ἀγῶνας, μάλιστα δε πάντων οὐδέ τήν γλῶτταν αὐτῶν, τήν Ἀττικήν φωνήν!!! 

Ποῖ φερόμεθα Ἕλληνες; Οἶμαι, εἰς τόν ὄλεθρον τῆς ἀβύσσου!!

Εὐμήχανος 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top