Ἀμφὶ τὰς τριάκοντα χιλιάδας ἀρρεναγωγεῖα κατὰ τὴν πᾶσαν χώραν ἐστὶν ἐν Σουδὰν, ὦ φίλοι, καλούμενα Χάλουας, ἔνθα προῖκα τὸ κοράνιον διδάσκονται οἱ ἐνδεεῖς χρημάτων νέοι. Κατ' ἀρρεναγωγεῖον δὲ τὸν βίον διαβιοῦσιν ἐπὶ πολλοὺς χρόνους ἕως ἄν ἀπὸ στήθους τὸ κοράνιον μάθωσιν.

Τὸ BBC, ὦ φίλοι, εἰς διετῆ ἔρευναν ἐτράπετο εἰς τρία καὶ εἴκοσι διδασκαλεῖα, λάθρα χρώμενον ὀπτικογραφικῷ ὀργάνῳ. Κατὰ τὴν ἔρευναν οὐκ ἀνθρώπειον βίον ἀλλὰ βίον μοχθηρὸν, ἄθλιον καὶ ἐλεεινὸν οἱ νέοι ἐν τοῖς διδασκαλείοις ζῶσιν. Διαμαστιγώσεις, βάσανοι, βιασμοὶ καί ἁλύσεις καὶ ἄλλα πολλὰ ἄθλια καθ' ἑκάστην γίγνονται ἐν τοῖς διδασκαλείοις.

Ναὶ, φίλοι, χάριν ἡδονῆς μαστιγοῦσιν ἤ βιάζουσι τοὺς νέους ὧν οἱ πλεῖστοι ἁλύσεσι δεδεμένοι εἰσὶν. Ἴδετε τὴν εἰκόνα!!

"Πολλάκις καὶ οὐκ ἅπαξ ἐν ᾧ ἀναγκάζουσιν ἡμᾶς δραμεῖν δεδεμένους ἀλύσεσι ἀμφὶ τοὺς δέκα ὁμοῦ, μαστιγοῦσιν ὅν ἐπὶ χθονὶ πίπτει"  ἔλεξεν τῷ BBC εἷς τῶν φοιτούντων.  


"Τοῦ κορανίου καὶ πενταετεῖς μαθηταὶ εἰσιν οὕς οἱ ἰθὺνοντες τὰ διδασκαλεῖα Σεΐχηδες κακοποιοῦσι βιαίως εἰ μὴ τὸ κοράνιον ἀπὸ στήθους οἷοι τ' εἰσι λέγειν" ἕτερος εἷς ἔλεξεν.


"Πολλάκις ἑόρακα πρεσβυτέρους νέους βιάζειν τοὺς νεωτέρους" ἔλεξεν ὁ Μοχάμεντ Νάντερ τοῖς δημισιολόγοις!! 

Οὐκ ἔστι δ' οὐδεὶς τῶν ἀρχόντων ὅς τοὺς κακοποιοῦντας εἰς δίκην ἄγει. Χάος καὶ ἀδικία πανταχοῦ τοῦ Σουδὰν. 


Λυπηρὸν...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top