"Αἱ μέγισται νίκαι" τὸ ἐπίγραμμὰ ἐστιν καινῆς τριμηνιαίας ἐκθέσεως τινος ἐν τῷ Ἀρχαιολογικῷ τῶν Ἀθηνῶν Μουσείῳ, ἐν ᾗ περιοδεύουσι τὰς μεγίστας ἐν τῷ πολέμῳ τῶν Ἑλλήνων μάχας, ἤτοι τὴν περὶ τὴν Σαλαμῖνα ναυμαχία καὶ τὴν περὶ τὰς Θερμοπύλας μάχην τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους Πέρσας. 

Ἡ ἔκθεσις ἤρξατο ἤδη γενέσθαι τῇ εἰκοστῇ τοῦ Ὀκτωβρίου ἡμέρᾳ, ἐν ᾗ πρὸς ἐπίδειξιν κεῖνται πέντε καὶ ἑκατὸν παντοδαπὰ σκεύη καλῶς πεποιημένα τὸν κατὰ τοὺς πολέμους χρόνον. 

Ὥσπερ εἰκὸς ἐστι, ὦ φίλοι, τοῖς Ἕλλησι τιμὰς νέμει τὸ Ἀρχαιολογικὸν μουσεῖον τοῦτον τὸν τρόπον, τοῖς νικήσασι ναυμαχίῃ τε καὶ μάχῃ τοὺς βαρβάρους. 

Πρὸς τοῦτο καὶ προτομὴ ἀπεικονίσματος τριήρους ἀλλὰ καὶ κόρυθα χαλκοῦ τὴν Μιλτιάδου πρὸς ἐπίδειξιν οἱ ἰθύνοντες ἔθεσαν ἐν τῷ μουσείῳ. Ἀλλὰ, φίλοι, καὶ ἡ Θεμιστοκλέους προτομὴ κεῖται πρὸς ἐπίδειξιν, ἀπείκασμα ἄριστον Ρωμαϊκὸν ἐξ ἀρχετύπου τοῦ 5ου αἰῶνος. 

Οἱ καλούμενοι Περσικοὶ πόλεμοι τὸ αἴτιὸν ἐστιν ἐξ οὗ οἱ Ἕλληνες πρῶτον πάντες ὁμοῦ πρὸς τοὺς βαρβάρους ἐμαχέσαντο ἔχοντες ἐπίγνωσιν τοῦ κοινοῦ αὐτῶν γένους, θρησκεύματος καὶ γλώττης. 

Ἔλθετε οὖν ὀψόμενοι τὴν ἔκθεσιν εἰς τὸ μουσεῖον. Ἄξιὸν ἐστιν.. Ἔγωγε τὰχα εἶμι..


Μύρια εὖγε τοῖς ἰθύνουσι τὸ μουσεῖον.. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top