Ἔστι, ὡς εὖ ἴστε ὦ φίλοι, οὐ πάνυ μακρὰν ἄποθεν τοῦ Συντάγματος τὸ Ζάππειον κείμενον, ἐν ᾧ τῶν βιβλίων ἔκθεσις ἐν ἐξελίξει ἐστὶν, καλουμένη "49ο Φεστιβάλ Βιβλίου – Ζάππειο 2021". Ἄξιον δ' ἐστὶ εἰς ἐπίσκεψιν αὐτῆς γενέσθαι.
Ἥδε ἡ ἔκθεσις καθ' ἕκαστον τὸ ἔτος ἀδιαλείπτως ἐν Ζαππείῳ ἐπὶ πεντήκοντα χρόνους γίγνεται. Τῷ προτεραίῳ ἔτει μόνον, τῷ 2020, τοῦ κορωνοϊοῦ ἕνεκεν οὐκ ἐγένετο.
Ἔξεστιν οὖν τῷ βουλομένῳ εὑρεῖν ἐν αὐτῇ παντοδαπὰ βιβλία, ἀντὶ οὐ πολλοῦ ἀργυρίου, ὥσπερ περὶ φιλοσοφίας, ποιήσεως, γραφικῆς τέχνης, ἱστορίας καὶ ἄλλα.
Μάλιστα δὲ ἥδε ἡ ἔκθεσις, ἐν ἀφιερώσεως εἴδει, εἰς τὴν ὑπὸ τῶν Ἑλλήνων τοῖς Τούρκοις γενομένη ἐξέγερσιν ἐστὶν.
Ἄξιον δὲ προσοχῆς ἐστι, ὦ φίλοι, ὅτι τῶν μετεχόντων τῆς ἐκθέσεως καὶ τὸ Ἀρχεῖον Πολιτισμοῦ ἐστιν, οὗ ὁ Γεώργιος Λεκάκης κύριὸς ἐστιν.
Τέταρτον δ' ἔτος τουτὶ, ἀφ' ὅτου τὸ Ἀρχεῖον Πολιτισμοῦ παρ' ἡμῖν ἐστιν. Ἴστε δὲ που ὅτι ἄξια πάνυ ἐπαίνου τὰ ἔργα αὐτοῦ ἐστιν.
Ὡς οὖν ἐν εἰκόνι ὁρᾶτε, τοῖς βουλομένοις ὑμῶν ἔξεστι τῇ ἐπιγενομένῃ Τετάρτῃ τῆς ἑσπέρας διαλέγεσθαι πρὸς τὸν Λεκάκην περὶ τὰ Ἑλληνικὰ. Οὑ μόνον τῶν ἀρίστων ἀλλὰ καὶ τῶν εὖ εἰδότων ὁ Λεκάκης ὤν, ἄξιον εἰς λόγους πρὸς αὐτὸν ἐλθεῖν. Εὐκαιρία ἐστιν ὄνασθαι τῶν λόγων αὐτοῦ.
Τῇ Τετάρτῃ τῆς ἑσπέρας..
Μὴ ἡμᾶς λάθῃ.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου