Ἐξ ὧν τὰ ἐρείπια τῆς Σίδης μαρτυρεῖ, ὦ φίλοι, πόλις μεγάλη καὶ ὑπερέχουσα τὸ παλαιὸν ἦν. 

Ὡς λέγεται, Κυμαῖοι οἱ Σιδῆται ἦσαν, οἵτινες ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐν ὧ ἡ πρώτη Ὀλυμπιὰς ἐγένετο, ἐκ Κύμης τῆς Αἰολίδος κατελθόντες, οἰκισταὶ τῆς Σίδης ἐγένοντο. Ἀλλὰ καὶ ὁ Ἀλέξανδρος ἐπὶ Σίδης ἐστρατεύσατο.

Πολιὰς αὐτῆς ἡ Ἀθηνᾶ ἦν ἀλλὰ καὶ μέγας νεὼς τοῦ Ἀπόλλωνος κείμενος ἐπὶ τὸ ἄκρον αὐτῆς ἦν, οὗ τὰ ἐρείπια ἐν εἰκόνι ἔξεστιν ἰδεῖν. Τὸ δὲ θέατρον αὐτῆς, τῶν μεγίστων ὄν, πεντεκαίδεκα χιλιάδας θεατῶν ἐχώρει.

Εἰ καὶ ἡ πόλις τὰ νῦν εἰς ἐρείπια κεῖται, πολλοὶ εἰς ἐπίσκεψιν αὐτῆς παραγίγνονται ἵνα τὸ κλέος αὐτῆς θαυμάσωσιν. 

Μία δὲ τῶν ἐμῶν φίλων καὶ ἡ Marijana Ricl ἐστὶν ἥ εἰς ἐπίσκεψιν τῆς Σίδης τυγχάνει παραγενομένη. Ἡ Μαριάνα ἐκπεπληγμένη οὖσα οὐ μόνον ἐκ τοῦ κάλλους τῶν ἐρειπίων ἀλλὰ καὶ τοῦ μεγέθους τῆς πόλεως, ἔπεμψε μοι τῆς πρωΐας διὰ τοῦ messenger τὰς συναπτομένας εἰκόνας. 

Ὁρᾶτε, ὦ φίλοι, τὸ κάλλος τῆς κεφαλῆς τοῦ Ἑρμοῦ, τοῦ θεάτρου ἀλλὰ καὶ τοῦ νεὼ τοῦ Ἀπόλλωνος. Εἰ καὶ ἐρείπια ἐστὶν.. Χάρμα ἰδέσθαι..

Πολλὴν δὲ χάριν τῇ Μαριάνᾳ ἔχω.

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top