Τίς ἄρα ἐγένετο ὁ Λυκοῦργος τὸ παλαιὸν καὶ τίς ὁ Σόλων; Νόμων δημιουργοὶ μόνον ἦσαν, ὁ μὲν ἐν Σπάρτῃ ὁ δ’ ἐν Ἀθήναις, ἐξ οὗ νομοθέτας αὐτοὺς ἐκὰλουν ἤ καὶ καινὰς πολιτείας κατεστήσαντο; Καθὰ ἱστορεῖται ὁ Σόλων τὴν ἐν Ἀθήναις ὀλιγαρχίαν κατέλυσεν καὶ ἀντ’ αὐτῆς τὴν πάτριον τῶν Ἀθηναίων δημοκρατίαν κατέστησεν. Σπαρτιᾶται τοῖς νόμοις χρώμενοι οὕς ὁ Λυκοῦργος ἔθηκεν, πολλὰ καὶ μεγάλα ὠφελοῦντο, γενόμενοι ὡς ἀληθῶς ἀνδρειότεροι οὐ μὸνον τῶν τὸτε Ἑλλήνων ἀλλὰ καὶ τῶν βαρβάρων ἁπάντων.

Λέγω δὲ τοιαῦτα, ὦ φίλοι, ὅτι τῆς πρωΐας ἀνέγνων ἐν τῷ τοίχῳ τοῦ Ἔλον Μάσκ, ἐν τῷ προτέρῳ Τουίτερ, νῦν Χ, ὅτι ὁ Λυκοῦργος πρὸς τοῖς ἄλλοις καὶ παράδειγμα καλὸν τοῖς τότε Σπαρτιάταις ἦν. Λέγει οὖν ὁ Ἔλον:
Μέλος τῆς ἐκκλησίας ποτε ὀργισθὲν, ἐπέκρουσεν αὐτὸν εἰς τὸν ὀφθαλμόν. Ὁ Λυκοῦργος ῥᾳδίως ἂν αὐτὸν ἀποκτείνειν ἐδύνατο καὶ πάντες ᾔδεσαν τοῦτο. Ἀλλὰ αὐτὸς ἀντ’ αὐτοῦ, ἐπὶ δεῖπνον αὐτὸν οἴκοι ἐκάλεσεν καὶ τῶν φίλων αὐτοῦ ἐγένετο.
Προσέτι ὁ Λυκοῦργος θέσας τοὺς νόμους ὄμνυε τοὺς Σπαρτιάτας μὴ ἀλλάξαι αὐτοὺς ἕως ἄν ὀπίσω πάλιν γενέσθαι. Οὕτως ἀποιχόμενος ἐκ τῆς Σπάρτης, ἑαυτὸν ἀπέκτεινεν, ἵνα μὴ γένωνται ποτέ ἀλλαγαὶ τῶν νόμων.
Τί οὖν διδάσκει ἡμᾶς οὗτος ὁ λόγος; Ὅτι οἱ ἰσχυροὶ οὐκ ἀντεκδικοῦσιν οὐδέποτε. Ἴσως τοὺς Ἰουδαίους ἐν νῷ
ἔχων ὁ Μάσκ, τὸν λόγον αὐτὸν ἡμῖν εἶπεν.
Πολλὴν δὲ χάριν ἔχω τῷ Μάσκ, ὅτι ἡμᾶς ὑπέμνησεν τὴν ἱστορίαν ταύτην.
Μέγας γὰρ καὶ ὁ Λυκοῦργος ἦν...



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top