Οὐκ οἶδα εἰ ἴστε τοῦτο, ὦ φίλοι, ἀλλὰ ὁ Βασιλεὺς Φίλιππος, ὁ τοῦ Μεγάλου Ἀλεξάνδρου πατὴρ, τῷ 354 πολιορκῶν τὴν Μεθώνην, ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμὸν.
Ἐκ τῶν εἰρημένων οὐ πάνυ σαφὲς τοῦτο ἐστιν, πῶς δήλα δὴ τὸν ὀφθαλμὸν ἀπώλεσεν, ἀλλὰ κατὰ τὸ μᾶλλον ἤ ἧττον ἐν ᾧ ἐτύγχανεν ἐπισκοπῶν τοῦ πολιορκεῖν τὰ ἔργα, αἴφνης βέλει αὐτὸν ἐκ τῆς Μεθώνης ἔβαλον. Οὕτω τραῦμα καίριον  ὁ Φίλιππος ἔχων, εἰς νοσηλευτὴριον ἐκομίσθη ἵνα ὁ βεβλαμμένος ὀφθαλμὸς ὑπὸ τῶν ἰατρῶν ἀφαιρεθῇ.
Ἐρωτηθεὶς οὖν ποτε ὑπὸ τινος "Τὶς τὸν ὀφθαλμὸν αὐτοῦ ἐξέκοψεν", "Ὁ τῆς Ἑλλάδος ἔρως" αὐτῷ ἀντεῖπεν. Ἐκ δὲ τούτου, ψευδώνυμον Κύκλωψ τῷ Φιλίππῳ ἦν, καθὰ ἱστορεῖται. 
Ἦν δὲ ἐν τῷ τότε καὶ εἷς ἀνὴρ ὀνόματι Ἀστὴρ ὅς τὸν Φίλιππον βέλει ποτέ ἔβαλεν ἐκ τῆς Μεθώνης, ἐπιγράψας τῷ βέλει : "Ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος". Ὁ δὲ Φίλιππος ἰδὼν τὸ βέλος καὶ ἀντιγράψας: "Ἀστέρα Φίλιππος, ἢν λάβῃ, κρεμήσεται" πρὸς αὐτὸν τὸ βέλος ἐν ὀργῇ ἔπεμψεν. Ἐν οὐ πολλῷ ὕστερον, τὸν Ἀστέρα ἐξήτησεν καὶ λαβὼν αὐτὸν ἐκρέμασεν.
Ἐν τοῖς ἀρίστοις τῶν στρατηγῶν τὸν Φίλιππον ἔγωγε τίθημι, ὦ φίλοι, ὁμοῦ τῷ Ἀλεξάνδρῳ. Ἴσως δ’ ὅτι ὁ Ἀλέξανδρος οὕτω πολὺ πεφημισμένος ἐγένετο, πολλοὶ ἀγνοοῦσιν καὶ οὐκ οἲδασιν κατὰ τὴν ἑαυτοῦ ἀξὶαν τὸν Φίλιππον.  

Ἀγαθὴ ὑμῖν ἥδε γενέσθω. Ἐγὼ ὡς εἰκὸς ἐπὶ τὸ ἡμερήσιον ἔργον ἤδη πορεύομαι. 
Χαίρετε πάντες..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top