Τὸ πρῶτον δειπνητήριον ταχείας τροφῆς McDonald ἐν Μόσχῃ ἰδρύεται τῇ πρώτῃ καὶ τριακοστῇ τοῦ Ἰανουαρίου ἡμέρᾳ, ἐν ἔτει 1990. Μέγα πλῆθος Ρώσσων ἐπισυνέρχεται καὶ συστρέφεται τῇδε τῇ ἡμέρᾳ, βουλόμενοι ἀποδοῦναι τίμημα πολλῶν ἡμερῶν ἐργασίας ὑπὲρ ἑνὸς ἀμφιψώμου McDonald τε καὶ τηγανιστῶν πατατῶν. Ἴδετε τὴν εἰκόνα..
Ὅτι οὕτως ἀσμένως προσεδέξαντο οἱ Ρῶσσοι τὸ τῆς πλουτοκρατίας σύμβολον, τό McDonald, δῆλον τοῖς πᾶσιν ἐποίησεν ὅτι καὶ ἡ πᾶσα Ρωσσία τὴν ἑαυτῆς πολιτείαν τάχα μεταβαλεῖν ἔμελλεν, ὅπερ καὶ ἐγένετο.

Ἀγαθὴ ἡ νὺξ ὑμῖν γένοιτο.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top