Πορευόμενος εἰς κομμωτήριον τῇ προτεραὶᾳ κερούμενος τὴν ἐμὴν κόμην, ὦ φίλοι, ὁ τοῦ κομμωτηρίου κύριος ἔλεξε μοι "Οὐχ οὕτως τὰς κεφαλὰς ἔτι κείρομεν, ἀλλὰ δεῖ ἡμᾶς συνάντησιν προθέσθαι πρὸς τοῦτο."
Κἀγὼ ἀποιχόμενος πρὸς ἑμαυτὸν ἐλογιζόμην ὁπόσον πολὺν ἔργον τοῖς κομμωτηρίοις ἐστὶν..
Τῆς πρωΐας πάλιν ἦξα τὴν ἐμὴν ἅμαξαν εἰς ἐπισκευὴν. Καὶ ἐκεῖ τὰ αὐτὰ, ὡς ἐν τῷ κομμωτηρίῳ, μοι εἶπον. "Κατόπιν προτιθεμένης συναντήσεως τὰς ἐπισκευὰς ποιοῦμεν"
Κἀγὼ ἀπερχόμενος αὐτὸν ἐμακάριζα ὅτι τοσοῦτον πολὺν ἔργον καὶ αὐτοῖς ἐστιν καὶ ἐλογιζόμην ὅτι οὐ τοιαῦτα ἔθη ἐν ἡμῖν ἦν, ὅτε νέος ἐτύγχανον ὤν. Ὁπόταν ἐβουλόμεθα κείρεσθαι ἤ τὴν ἡμῶν ἅμαξαν ἐπισκευάσαι, οὐκ ἀναγκαῖον τοῦτο ἦν, συνάντησιν προθέσθαι. 
Ἐν παντὶ νῦν πρῶτον δεῖ προθέσθαι συνάντησιν. Προθέσθαι συνάντησιν μὲν ἐν τραπέζῃ, συνάντησιν δὲ ἐν ΙΚΑ, συνάντησιν δὲ ἐν ἰατρείῳ, πάντα προθέσθαι συνάντησιν.

Πῶς τὰ ἡμῶν ἔθη οὕτω μεταβέβληνται;


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top