Τὶ τοῦτο, ὦ φίλοι; Τριάκοντα Εὐρὼ ἀπὸ τοῦδε τιμᾶται τὸ εἰς τὴν ἀκρόπολιν εἰσιέναι!! Μαίνονται οἱ ἐπὶ τῆς ἀκροπόλεως ὄντες; Πῶς τοῦτο δυνατὸν ἐστιν;
Νῦν εἷς πατὴρ, σὺν δύο τέκνοις καὶ τῇ συντρόφῳ αὐτοῦ δεῖται ἑκατὸν εἴκοσι Εὐρὼ ἵνα εἰς τὴν Ἀκρόπολιν εἰσέλθῃ!! Τὶς ἄν πορεύσαιτο ἐκεῖσε, τοσαύτης τῆς δαπάνης οὖσης; 
Ἀποροῦσιν δὲ πολλοὶ μετὰ περὶ τοῦ διὰ τὶ οἱ Ἕλληνες οὐ πορεύονται εἰς τὴν Ἀκρόπολιν καὶ οὐ συνιᾶσιν ὅτι πάνυ χαλεπὸν αὐτοῖς ἀποτίσαι τριάκοντα Εὐρὼ εἴσοδον ἐστιν. 
Μόνον ἀργύρια οἴδασι πράττειν ἐκ τῶν λαμπρῶν τῶν ἡμῶν προγόνων ἔργων, ὑποκρινόμενοι τοὺς Ἕλληνας, νόθοι οἱ πλεῖστοι πρὸς γένος ὄντες. Οὐδὲν γὰρ ἔργον κατεργαζόνται ὑπέρ τῆς Ἀκροπόλεως. 
Αἰδὼς νόθοι...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top