Μακεδόσι τὸ μεῖζον τῆς τότε οἰκουμένης μέρος κατεδούλωσε, βασιλεύσας ἀπὸ τοῦ 336 ἄχρι τοῦ 323, ὁ υἱὸς τοῦ Φιλίππου καὶ τῆς Ὀλυμπιάδος Ἀλέξανδρος, ὅς εἰς τὸ γεγονὸς τὸ πρῶτον ἦλθε τῇ εἰκοστῇ πρώτῃ τοῦ Ἰουλίου ἡμέρᾳ, τῷ 356, ἔτη βιοὺς τρία καὶ τριάκοντα. 
Ταῦτα δὲ δι’ ἅ μέγας ἐκλήθη πολλὰ ἐστιν ὡς ἡ εὐφυία αὐτοῦ ἐν ταῖς στρατηγίαις ἀλλὰ καὶ αἱ συνθῆκαι ἅς πρὸς τοὺς ἑκάστοτε ὑποτεταγμένους ἐποίησεν, εἰρήνην οὕτως ἐν αὐτοῖς ἐμποιῶν.
Προσέτι δὲ καὶ τὴν Ἑλληνικὴν παιδείαν τε καὶ γλῶτταν τοῖς βαρβάροις διέδωκεν, ποιήσας οὕτω τὸν βίον αὐτῶν κατὰ τὰ Ἑλληνικὰ ἔθη πορεύεσθαι.
Ἐκ τοῦ θανάτου αὐτοῦ, αἱ στρατηγίαι τοῦ Ἀλεξάνδρου περιβόητοι ἐγένοντο ἐν τοῖς Ῥωμαίοις τε καὶ Ἕλλησιν, ὧν οἱ στρατηγοὶ τὸν Ἀλέξανδρον ἐπειρῶντο κατὰ τὰς μάχας μιμεῖσθαι. Ἁλλὰ καὶ τῶν τότε συγγραφέων πολλοὶ τὸν βίον τοῦ Ἀλεξάνδρου διηγήσαντο εἰς ὑπερβολὴν ὅπως θεὸς ἐπὶ γῆς ὁ Ἀλέξανδρος ἦν. Τῶν νῦν εἰσὶ τινες τῷ Ἀλεξάνδρῳ μεμφόμενοι ὅτι τὴν Περσέπολιν πυρὶ ἐνέπρησεν καὶ τοῖς οἰκοῦσι τὴν Τύρον κακὸν ἐποίησεν. Ὡς ἐπὶ τὸ πλεῖστον ὅμως αἱ περὶ τὸν Ἀλέξανδρον γνῶμαι ἄρισται εἰσὶν.
Ὑποκάτω τὸν Ἀλέξανδρον ἐπὶ τοῦ Βουκεφάλα ὁρᾶτε μαχόμενον τοῖς Πέρσαις ἐν τῇ τῆς Ἰσσοῦ μάχῃ.
Ὁ μόνος ὅς μέγας καλεῖται κατὰ τὴν πᾶσαν οἰκουμένην, ὁ ἀκαταμάχητος Μέγας Ἀλέξανδρὸς ἐστιν. Οὐδεὶς ἕτερος..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top