Ἴδωμεν δὴ νῦν, ὦ φίλοι, σκοπούμενοι τὶ περὶ τῆς χιόνος οἱ ἡμῶν πρόγονοι ἐνόμιζον. Εἰ καὶ οὐχ ἁπλοῦν τοῦτο ἐστὶν, πειράσομαι διηγήσασθαι ὑμῖν ταῦτα, ἃ ἐκ τῶν γεγραμμένων αὐτῶν ἀνέγνων.
Ἄρχομαι οὖν ἀπὸ τοῦ Ὁμήρου λέγων ὑμῖν τὶνα γνώμην, ὡς ἀληθῶς, περὶ τῆς χιόνος ὁ Ὅμηρος εἶχεν.
Ἐξ ὧν συνῆκα παρά τῆς Ὀδυσσείας ὁ Ὅμηρος ἐθεώρει τὴν χιόνα ὡς τι κακόν καὶ ὡς οὐδὲν ἐξ αὐτῆς ἐστι συμβαλλόμενον τοῖς ἀνθρώποις πρὸς εὐδαιμονίαν αὐτῶν. Λέει οὖν περὶ τῶν Ἠλυσίων πεδὶων, ἔνθα οἱ καλοὶ τε καὶ ἀγαθοὶ τὸν μετὰ θάνατον βίον ἐβίουν, "ὁ βίος ὁ ἥδιστος δεῦρο ἐστιν, ἔνθα οὐκ ἔστι χιὼν, οὐδὲ ὄμβρος ἤ ὑετὸς" Δῆλον οὖν ὃτι οὐ τὴν χιόνα ἐνόμιζεν ἀγαθὴν εἶναι. Οὐκ οἶδα εἰ καὶ οἱ τότε τὴν αὐτὴν γνώμην περὶ τῆς χιόνος εἶχον. Ὅ ὅμως οἶδα τοῦτο ἐστὶν ὅτι ἐν ταῖς στρατίαις ὡς κακὸν ἐνόμιζον τὴν χιόνα ὅτι χαλεπὸν τὸ πορεύεσθαι αὐτῶν ἐποίει.
Τὸν Δία δὲ πρὸς τοῖς ἄλλοις ἡγοῦντο κύριον τῶν φαινομέων τοῦ καιροῦ εἶναι, ὅς Ζεὺς διὰ τῶν βελῶν αὐτοῦ τὴν χιόνα τοῖς ἀνθρώποις πέμπει.
Ἐκ τῶν φιλοσόφων τὸν Ἀναξαγόρα αἱροῦμαι ὅς πρῶτος ὁρθῶς ἔλεξεν ὅτι ἡ χιὼν ἐκ τοῦ ὕδατος γίγνεται ὅ πάνυ σπουδαῖον μοι δοκεῖ εἶναι. Μάλιστα δ’ ἐν τῷ ὑστέρῳ εἴρηται ὅτι τὸ πλεῖστον τῆς χιόνος ἀὴρ ἐστὶν, ὅ καὶ τὰ νῦν ὡς ὀρθὸν νομίζεται, ἐξ οὗ καὶ οὐ βιαίως ἐπὶ τῆς χθονὸς πίπτει.
Οὕτω, φίλοι, μνείαν ἐβουλόμην πρὸς ὑμᾶς ἐν ὀλίγοις ποιῆσαι ὅτι καὶ τὸ αἴτιον ἐξ οὗ ἡ χιὼν γίγνεται, εὕρημα τῶν ἡμῶν εὐκλεῶν προγόνων ἐστιν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου