Περὶ τῆς Ῥόδου ἐμνήσθην, ὦ φίλοι, καὶ καλὸν μοι ἔδοξεν διελθεῖν τὰ εἰρημένα παρὰ τοῖς εὖ εἰδόσι περὶ τοῦ περιφὴμου ἀνδριάντος, τοῦ Κολοσσοῦ τῆς Ῥόδου.
Τῶν γὰρ ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις τὸ παλαιὸν ὁ ἀνδριὰς ὅδε ἦν, παριστάνων τοῖς Ῥοδίοις τὸν θεὸν Ἥλιον, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει καθὰ τὸ παλαιὸν ἐνομίζετο.
Ὡς εὐχαριστία δὲ πρὸς τοὺς θεοὺς ἐπὶ τῇ νίκῃ κατὰ τοῦ Δημητρίου τοῦ Πολιορκητοῦ τῷ 305 ὁ ανδριὰς ἐποιήθη, ὅς Δημήτριος ἐπὶ μακρὸν χρόνον τὴν Ῥόδον πολιορκεῖν εἰς μάτην ἐπειράσατο.
Τά τοῦ Κολοσσοῦ οὖν ἔχουσιν ὧδε. Τῷ Δημητρίῳ τῷ πολιορκητῇ, ὄντι τῶν Ἀλεξάνδρῳ διαδόχων, ἔδοξε τὴν Ῥόδον πολιορκῆσαι ἐν ἔτει 305. Τοῦ χρόνου ὅμως προϊόντος, καὶ μὴ δυναμένου τὴν Ῥόδον ἐλεῖν καὶ ἐν κινδύνῳ μεγάλης συμφορᾶς παρὰ τῶν Ῥοδίων λαβεῖν ὤν, ἀπολιπὼν ὁ Δημήριος πάντα τὰ μηχανήματα ἐν τῷ πεδίῳ πρὸ τῆς Ῥόδου, ἐξαίφνης οἴχετο φροῦδος ἀπιὼν.
Οὕτως ἐχόντων τῶν πραγμάτων καὶ βουλόμενοι οἱ Ῥόδιοι τὸν μάλιστα πάντων φιλούμενον Θεὸν αὐτῶν Ἥλιον εὐχαρηστῆσαι ἐπὶ τῇ νίκῃ, ἀνδριάντα μέγα τῷ Θεῷ τῷδε ἀνέθηκαν ὅν ὁ ἐκ τῆς Λίνδου Χάρης ἐποίησεν, ἀπὸ τοῦ 304 ἄχρι τοῦ 292, ἦτοι δύο καὶ δέκα ἔτη ἐν συνόλῳ.
Εἰ καὶ ὁ μέγας οὖτος ἀνδριὰς, τρία καὶ τριάκοντα μέτρα τὸ ὕψος ὤν, κατέστραπται ὑπὸ τρομεροῦ σεισμοῦ χθονὸς τῷ 226, σύμβολον ἑνότητος τῶν οἰκούντων τὴν νῆσον ἁπάντων εἰς τὸ ἀεὶ ἐγένετο.
Οὕτω κείμενος ἐπὶ τῆς χθονὸς ἐν ἐρειπὶοις ἀμφὶ τὰ χίλια ἔτη, εἶτα ὅτε τῆς νήσου οἱ Ἄραβες ἐκράτησαν, χρημάτων μεγάλων εἰς Ἰουδαίους αὐτὸν ἀπέδοντο.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου