Εὐχαριστοῦμέν σε, ὦ Ἀρχιμήδη, ἐπὶ πᾶσιν οἷς ὑπὲρ ἡμῶν ἐποίησας ἐν ἐκείνοις τοῖς χαλεποῖς καιροῖς.
Ἀρχιμήδης, ὦ φίλοι τῶν δήμων Συρακόσιος ἦν, ὅς εἰς τὸ γεγονὸς τὸ πρῶτον ἀμφὶ τὸ 287 ἦλθεν. Φιλόπονος καθ’ ὑπερβολὴν γεγονώς ἦν, ἐν ταῖς ἐφευρέσεσι μᾶλλον φερόμενος, οὐχ ἧττον ὅμως καὶ ἐν ταῖς κατασκευαῖς στρατιωτικῶν μηχανῶν ἵνα τοὺς πολεμίους ἀμύνῃ.
Τῶν ἔτι καὶ νῦν γνωστῶν ἐφευρέσεων αὐτοῦ ἡ Ἀρχιμηδική σπεῖρα ἐστὶν, δι’ ἧς ἔξεστι τοῖς ἐπιθυμοῦσἱ τὰ ὕδατα ἀντλεῑν ἐκ τῶν φρεάτων, ποταμῶν, λιμνῶν καὶ ἐξ ἄλλων ὁμοίων τούτοις. Ἀνὴρ σεμνότατος, οὐκ ὀλίγους ζηλωτὰς ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσχηκεν, ἀλλὰ καὶ ἐν τῷ παρόντι ἀναριθμὴτους ἐπαινέτας κατὰ τὴν πᾶσαν οἰκουμένην.
Τῇ μαθηματικῇ ἐπιστήμῃ χρὼμενος ὁ Ἀρχιμήδης, κανόνας καθώρισε δι’ ὥν ἔξεστι τινι τὸν ὄγκον παντὸς βυθιζομένου ἐντὸς ὕδατος σώματος εὑρεῖν. Γνωστὸν γὰρ τοῖς πᾶσι τὸ "εὕρηκα" ἐστιν, ὅτι ἄνευ ἰματὶων γυμνὸς ὤν, ἐπὶ τῶν ὁδῶν θέων τοῖς ἀνθρώποις ἐβόα "εὕρηκα, εὕρηκα"....
Ἡ μεγάλη τοῦ Ἀρχιμήδους εὐφυΐα καὶ ἐν τῇ γεωμετρίᾳ ἐφάνη ἔνθα τὰς αρχὰς τοῦ ἐπιπλέειν καθώρισεν. Ἡ συγγραφὴ αὐτοῦ "Περὶ Σφαίρας καὶ Κυλίνδρου", ἐπὶ παραδείγματι, ἴδιον τῆς εὐφυΐας ἀλλὰ καὶ τῶν γνώσεων τοῦ Ἀρχιμήδους περὶ τὰ μαθηματικὰ ἐστὶν, ἥτις ἐκτείνετο διὰ τῆς ἐξερευνήσεως εἰς πολλὰς ἐπιστήμας.
Ἔστι καὶ ἐν ταῖς ἡμῶν ἡμέραις μηχάνημα τι ἀστρονομικὸν, τὸ καλούμενον 'ὁ μηχανισμὸς τῶν Κυθήρων', τὸν οἷον φασὶν ὅτι κατεσκεύασεν ὁ Ἀρχιμήδης. Μάλιστα δ’ εἰσι τινες λέγοντες ὡς ὁ πρῶτος ὑπολογιστὴς οὗτος ὁ μηχανισμὸς ἐστιν!
Ἀτυχῶς τὸν ἑαυτοῦ βίον ἀπώλεσεν τῷ 212 τοῖς Συρακοσίοις τοὺς Ῥωμαίους ἀμυνούμενος διὰ τῶν μηχανῶν πολέμου ἅς αὐτὸς πεποίηκεν. Ἔτι δὲ καὶ νῦν ἐκ τοῦ τότε, παράδειγμα τοῖς ἀνθρώποις εὐφυοῦς ἐπιστήμονὸς ἐστιν.
Μνήμη ἀμάραντος καὶ αἰωνία..
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου